Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἕκαστος γὰρ αὐτῶν δῆθεν, διὰ τὴν πρόφασιν ταύτην ἀρρητο- ποιῶν κοὶ αἰσχρουργίας ἐπιτελῶν ἁμαρτήματά τε ὅσα ἔστιν πράττων, ἐπικαλεῖται ἑκάστου ἀγγέλου ὄνομα, τῶν τε ὄντων ἀγγέλων καὶ τῶν παρ᾿ αὐτοῖς πλαστῶς λεγομένων· καὶ ἑκάστῳ τούτων προσάπτει τι ἔργον ἀθέμιτον τῶν ἐπὶ γῆς ἁμαρτημάτων, τὴν πρᾶξιν τὴν ἐδίαν εἰς ονομα οὑ βούλεται ἀγγέλου ἀναφέρων.

καὶ ὅταν ταῦτα πράττωσιν, οὕτως λέγουσιν »ὁ δεῖνα ἄγγελε, καταχρῶμαί σου τὸ ἔργον· ἡ δεῖνα ἐξουσία, πράττω σου τὴν πρᾶξιν«.

καὶ τοῦτο γνῶσις τελεία παρ᾿ αὐτοῖς ἐστι λεγόμενον, ἐπειδὴ ἀδεῶς ἐπὶ τὰς ἀθεμίτους αἰσχρουργίας ὁρμᾶν τὰς προφάσεις δῆθεν ἀπὸ τῶν προειρημένων μητέρων καὶ πατέρων αἱρέσεων, φημὶ <δὲ> Γνωστικῶν καὶ Νικολάου καὶ τῶν σὺν Οὐαλεντίνου τε καὶ Καρποκράτους, ἐσχήκασιν.

Πόη δὲ ἦλθεν εἰς ἡμᾶς καὶ βιβλίον ἐν ᾧ ἐπλάσαντο ῥήματά τινα ἀνομίας πλήρη, οὕτως περιέχον, »ὅτι, φησίν, οὗτός ἐστιν ὁ ἄγγελος ὁ τὸν Μωυσέα τυφλώσας καὶ οὗτοί εἰσιν οἱ ἄγγελοι οἱ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν κρύψαντες καὶ μεταστήσαντες«.

πάλιν δὲ ἄλλο συνταγμάτιον ἄλλοι πλάττουσιν ἐξ ὀνόματος Παύλου τοῦ ἀποστόλου, ἀρρητουργίας ἔμπλεον, ᾠ καὶ οἱ Γνωστικοὶ λεγόμενοι χρῶνται, ὃ Ἀναβατικὸν Παύλου καλοῦσι, τὴν πρόφασιν εὑρόντες ἀπὸ τοῦ λέγειν τὸν ἀπόστολον ἀναβεβηκέναι ἕως τρίτου οὐρανοῦ καὶ ἀκηκοέναι ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. καὶ ταῦτα, φασίν, [*](3—13 vgl. Irenaeus adv. haer. 131, 2; I 242 Harvey et in unoqiioquc peccatorum et turpium operatioimm angehim assistere et operantem aiidire aiidaciam et immunditiam inferre, id quod inest ei operafioni angeli nomine dicere: Ο tu angebe, ahutor opere tuo; Ο tu illa potestas, perficio tuam operationem. et hoc esse scientiam perfectam sine tremore in tales abire operationes, quas ne nonihmre qnidem fas est — 22 aus Epiph. öpft auch hierin Michael Glvkas ann. II; Migne 158, 237 B — 23 vgl. II Kor. 12, 2f) [*](V M 1 ἄλλως *] ἀλλὰ durchgestrichen V corr < M aliter Iren. 4f ἄρρητα aus ἀρρητοποιῶν V corr ἄρρητα ποιῶν M 7 ἑκάστῳ Pet.] ἑκάστου VM 7 προσάπτει] πτει M 13 τὰς προφάσεις nachgetragen V corr | πατέρων + <τῶν> * 14 <δὲ> Dind. 16 δὲ ἦλθεν *] Διῆλθεν VM 17 Rande nachgetragen V corr 19 Ἀβηὼν VM 20 ἄλλοι durchgestrichen V corr < M 21 ἔμπλεον M 24 λαλῆσαι) ἀκούειν, durchgestrichen u. am λαλῆσαι gesetzt V corr)

65
ἐστὶ τὰ ἄρρητα ῥήματα.

διδάσκουσι δὲ ταῦτα καὶ τὰ τοιαῦτα, τοὺς πονηροὺς τιμῶντες καὶ τοὺς ἀγαθοὺς ἀπαγορεύοντες. εἶναι γάρ<φασιν> ὡς προεῖπον, τὸν Κάϊν τῆς ἰσχυροτέρας δυνάμεως καὶ τὸν Ἄβελ τῆς ἀσθενεστέρας. ταύτας δὲ τὰς δυνάμεις τῇ Εὔᾳ προσπλακείσας γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, καὶ εἶναι τῆς μὲν τὸν Κάϊν τῆς δὲ τὸν Ἄβελ,

εἶναι δὲ <καὶ> τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἀπὸ τῶν τοιούτωνδυνάμεων εἴτουν ἀγγέλων γεγεννημένους· καὶ τοὺς γεννηθέντας παῖδας, Κάϊν τέ φημι καὶ Ἄβελ, ἐρίσαι πρὸς ἀλλήλους καὶ τὸν γεγεννημένον ἀπὸ ἰσχυρᾶς δυνάμεως πεφονευκέναι τὸν ἀπὸ τῆς ἥττονος δυνάμεως καὶ ἀσθενεστέρας.