Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς Λόγος, ὁ ἐκ πατρὸς πρὸ πάντων τῶν αἰώνων ἀνάρχως καὶ ἀχρόνως γεννηθείς, οὐκ ὄφις (μὴ γένοιτο), ἀλλὰ κατὰ τοῦ ὄφεως αὐτὸς ἠλθεν.

ἐὰν δὲ εἴπῃ »γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά«, δεῖ ἡμᾶς ἐρωτᾶν καὶ γινώσκειν διὰ τί τὰ δύο ταῦτα πρόσωπα ἡμῖν εἰς διδασκαλίαν παρεισήγαγεν, τῆς τε περιστερᾶς καὶ τοῦ ὄφεως.

οὐδὲν δὲ ἐν τῷ ὄφει φρόνιμον, πλὴν <τῶν> δύο τούτων, ὅτι ἐν τῷ γινώσκων ὅτι ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ πᾶσα ζωὴ αὐτοῦ τυγχάνει καὶ δεδιὼς τὴν ἀνωτέρω πρὸς αὐτὸν εἰρημένην ἀπὸ τοῦ θεοῦ διὰ τὸν ἄνθρωπον προσταγὴν ὅτι »φυλάξεις αὐτοῦ κεφαλήν, αὐτὸς δέ σου πτέρναν«, ὅλον τὸ σῶμα ἐνειλήσας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κρύπτει μὲν τὸ κρανίον ἓαυτοῦ, παραδίδωσι δὲ τὸ ἄλλο σῶμα ἐν ὑπερβολῇ πανουργίας.

οὕτω θέλει ἡμᾶς ὁ μονογενὴς θεὸς ὁ ἐκ πατρὸς προελθὼν ἐν καιρῷ διωγμοῦ καὶ ἐν καιρῷ πειρασμοῦ τὰ πάντα ἡμῶν παραδιδόναι μαχαίρᾳ τε καὶ πυρί, φυλάττειν δὲ ἑαυτῶν τὴν κεφαλήν, τουτέστιν Χριστὸν μὴ ὀρνεῖσθαι, ἐπειδήπερ κεφαλὴ παντὸς ἀνθρώπου Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός«, [*](4 Matth. 10, 16 — 11 Matth. 10, 16 — 14ff vgl. Physiologus c. 11; S. 243, 34ff Lauchert τετάρτη φύσις τοῦ ὄφεως· ὅταν ἐπέλθῃ αὐτῷ ἄνθρωπος, θέλων αὐτὸν ἀποκτεῖναι, τὸ σῶμα αὐτοῦ ὅλον εἰς θάνατον παραδίδωσιν, τὴν κεφαλὴν μόνην φυλάσσων. ὀφείλομεν οὖν καὶ ἡμεῖς ἐν καιρῷ διωγμοῦ ὅλον τὸ σῶμα εἰς θάνατον παραδιδόναι, τὴν δὲ κεφαλὴν ἤτοι τὴν πίστιν φυλ·άττειν, τουτέστι μὴ ἀρνούμενοι Χριστόν. ὄπερ ἐποίησαν οἱ ἅγιοι ἀπόστολοι καὶ πάντες μάρτυρες· παντὸς γὰρ ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν — 17 Gen. 3, 15 — 23 1 Kor. 11, 3) [*](V M 1 Tor πρὸς 2 Buchstaben ausradiert V 2 οὐχ aus οὐκ Vcorr 4 λέγει φασιν V 5 ἡ περιστερὰ aus αἱ περιστεραὶ Vcorr, vgl. Ζ. 13 u. S. 61, 9 10f ἐὰν δὲ εἴπη aus ἐὰν εἴπει δὲ Vcorr 11 ἡ περιστερὰ aus αἱ περιστεραὶ Vcorr 14 <τῶν> * 16 ἀνωτέρω *] ἀνωτέραν VM 23 μὴ ἀρνεῖσθαι getragen Vcorr)

61
κατὰ τὸν ἀπόστολον.

ἕτερον πάλιν ἔχει φρονιμότητος ὁ ὄφις, ὥς φασιν οἱ φυσιολόγοι περὶ τούτου τοῦ ζῴου. ὅταν γὰρ διψήσας ἀπὸ τοῦ φωλεοῦ προέλθοι ἐπί τι ὕδωρ ἵνα πίῃ, οὐ συμπαραλαμβάνει λαμβάνει τὸν ἰὸν μεθ’ ἑαυτοῦ, ἀλλὰ ἐν τῷ φωλεῷ καταλιμπάνει καὶ οὕτως ἐλθὼν λαμβάνει τὸ πόμα τῶν ὑδάτων.

καὶ αὐτοὶ οὐν τοῦτο μιμησώμεθα, ἵνα, ὅταν ἐρχώμεθα ἐπὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἢ εἰς εὐχὴν ἢ εἰς τὰ τοῦ θεοῦ μυστήρια, μὴ φέρωμεν μεθ’ ἑαυτῶν κακίαν ἢ ἡδονὴν ἢ ἐπιθυμίαν ἢ ἔχθραν ἤ τι ἕτερον ἐν ταῖς διανοίαις αὑτῶν.

ἐπεὶ πῶς ἂν καὶ τὴν περιστερὰν μιμήσασθαι δυνηθείημεν, μὴ ἐκτὸς γενόμενοι κακίας, καίτοι γε τοῦ γένους τῆς περιστερᾶς έν πολλοῖς πράγμασιν οὐκ ἐπαινουμένου;

ἀκόλαστον γὰρ γένος περιστερᾶς καὶ πολυμιξίας μὴ ἀνακοπτόμενον, λάγνον τε καὶ καθ᾿ ὥραν ἡδονῇ προσανακείμενον, πρὸς δὲ τούτοις ἄτονον καὶ βληχρόν.

διὰ δὲ τὸ ἄκακον καὶ μακρόθυμον καὶ ἀμνησίκακον τοῦ ζῴου, ἔτι μὴν καὶ διὰ τὸ ἐν εἴδει παριστερᾶς πεφάνθαι τὸ ἅγιον πνεῦμα, μιμήσασθαι ἡμᾶς βούλεται ὁ θεῖος λόγος τοῦ ἁγίου πνεύματος τὴν βούλησιν καὶ τῆς ἀκάκου περιστερᾶς τὴν ἀκακίαν, ὄντας μὲν ἡμᾶς φρονίμους εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. καὶ λέλυται ἡ τούτων πᾶσα δραματουργία.

εὐθὺς γὰρ ὁ ἅγιος ἀπόστολος κατ᾿ ἄλλου τινὸς τὸ πανοῦργον καὶ ἐπίβουλον οὐχ ὁρίζεται περισσοτέρως ἀλλὰ κατὰ τοῦ διαβόλου καὶ τοῦ ὄφεως, λέγων »φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις ἠπάτησεν Εὔαν ἐν τῇ πανουργίᾶ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ ἁγνείας Χριστοῦ καὶ δικαιοσύνης‘.

ὁρᾷς ὡς φθορὰν ἀπέφηνεν ὁ ἀπόστολος καὶ πανουργίαν δεινὴν καὶ ἀπάτην τὰ ὑπὸ τοῦ ὄφεως πρὸς τὴν Εὔαν πεπραγματευμένα καὶ οὐκ ἐπαινετόν τι παρὰ τοῦ αὐτοῦ γεγενημένον ὑπέδειξε.

[*](1ff vgl. Physiologus c. 11; S. 242, 16ff Lauchert δευτέρα φύσις τοῦ ὄφεως· ὅταν ἔλθῃ ὁ ὄφις πιεῖν ὕδωρ εἰς τὸν ποταμόν, οὐ φέρει τὸν ἰὸν μεθ’ ἑαυτοῦ, ἀλλ᾿ ἐν τῷ φωλεῷ αὐτὸν ἀφίησιν· ὀφείλουμεν οὖν καὶ ἡμεῖς οἱ σπεύδοντες ἐπὶ τὸ ὕδωρ τὸ ἀένναον καὶ ἄδολον τὸ γέμον τῶν θείων καὶ ἐΠουρανίων φρικτῶν μυστηρίων τοῦ θεοῦ, ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ μὴ φέρειν τὸν ἐὸν τῆς μνησικακίας μεθ’ ἑαυτῶν, ἀλλὰ διαλλαττόμενοι καὶ εἰρηνεύοντες οὕτως προσερχώμεθα· ὁ γὰρ μὴ οὕτως ποιῶν κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει κατὰ τὸ θεῖον λόγιον — 17 f vgl. öm. 16, 19 — 21 II Kor. 11, 3)[*](V Μ 1 ἕτερον + >? * 5 μιμησώμεθα, ω aus ο V corr 6 ἵνα + οὖν V | ἐρχώμεθα, ω aus ο V corr ἐρχόμεθα M 9f μὴ ἐκτὸς — κακίας am Rande nachgetragen V corr 10 γενώμενοι Μ 11 περιστερὰ Dind. (Verschlechterung) 12 ἡδονῆ///, ν wegradiert V 18 κακόν] ἄκακον M 20 περισσοτέρως, ο aus ω V corr 21 ὁ < Μ 23 ἁπλό///τητος, ο aus ω V corr | ἁγνείας, ει aus ι V corr)
62