Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Μωρίαν δὲ εἴποι τις ἂν καὶ χλεύης ἔμπλεον <τοῦτο>· καὶ οὔτε ἀνατροπῆς ἀπὸ θείας γραφῆς ἐπιζητουμένης δεήσει τοῦτο, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ τῷ τὸν νοῦν ἔχοντι ἐρρωμένον κατὰ θεὸν γελοιῶδες δειχθήσεται. εὐθὺς γὰρ πᾶσα ἡ αὐτῶν κενοφωνία ληρώδης τις εὑρεθήσεται. | εἰ γὰρφ Προύνικόν φασιν εἶναι, πῶς ἀπ᾿ αὐτοῦ τοῦ ὀνόματος [*](Ö504) οὐ τὸ σαθρὸν τῆς διανοίας αὐτῶν φωραθήσεται, ὡς ἤδη προεῖπον; πᾶν γὰρ τὸ προυνικευόμενον ἄχρηστον· εἰ δὲ ἄχρηστον, οὐκ ἐν τοῖς προκριτέοις τακτέον. καὶ πῶς ἐπαινετὸν εἴη τὸ ἄχρηστον;

πῶς δὲ οὐχὶ μυθῶδες τὸ λέγειν ὅτι ἡ Προύνικος τὸν Ἰαλ- δαβαὼθ ἐκένωσε καὶ ὁ σπινθὴρ εἰς τὰ κάτω κατῆλθεν ἀπὸ τοῦ κενωθέντος, ἐν δὲ τῷ ἀνθρώπῳ γεγονὼς ἐπέγων τὸν ἀνώτερον τοῦ κεκενωμένου;

καὶ θαῦμα μέγιστον, ὡς ὁ ἄνθρωπος, ἐν ᾠ ὁ ἐλάχιστος σπινθήρ, ἐπιγινώσκει ὑπὲρ τοὺς πεπλακότας ἀγγέλους. οἱ γὰρ πεποιηκότες τὸν ἄνθρωπον ἄγγελοι εἴτουν υἱοὶ τοῦ Ἰαλδαβαὼθ οὐκ ἐπέγνωσαν τὰ ἐπάνω τοῦ αλδαβαώθ, ὁ δὲ ὑπ᾿ αὐτῶν γεγενημένος διὰ τοῦ σπινθῆρος ἐπέγνω.

αὐτοὶ τοίνυν ἑαυτοὺς ἀνατρέπουσι διὰ τῶν ἰδίων δογμάτων, πῆ μὲν τὸν ὄφιν δοξάζοντες, πῆ δὲ ἀπατηλὸν αὐτὸν πρὸς τὴν Εὔαν γεγενημένον φάσκοντες ἐν τῷ εἰπεῖν ἠπάτησε τὴν Εὔαν«·

καὶ πῆ μὲν Χριστὸν αὐτὸν καταγγέλλουσι, πῆ δὲ υἱὸν τοῦ ανωτέρου Ἰαλδαβαὼθ τοῦ τοὺς υἱοὺς ἀδικήσαντος ἐν τῷ ἀποκλεῖσαι ἀπ᾿ αὐτῶν τὴν > ἄνω γνῶσιν καὶ τὴν Μητέρα ἀθετήσαντος καὶ τὸν ἄνω Πατέρα, εἰς τὸ μὴ ἐᾶν δοξάζειν τοὺς ὑπ αὐτοῦ γεγενημένους υἱοὺς τὸν ἀνώτερον αὐτοῦ Πατέρα.

πῶς οὖν βασιλεὺς ἐπουράνιος ὁ ὄφις, εἴπερ κατὰ τοῦ Πατρὸς ἐγήγερται; πῶς [*](10ff vgl. Panarion haer. 25, 4, If; 1271, 6ff — 23 vgl. Gen. 3, 13 II Kor. 11, 3) [*](V M 3 δι᾿1] δ᾿ M γεγεν///ημένην, ν ausradiert V ausradiert V 6 ἔμπλεων, ω aus ο V corr ἔμπλεων M | <τοῦτο> * 7 δεήσει *] εἰς V M δεῖ Öh. 9 καινοφωνία κενοφωνία V corr καινοφωνία M 10 Προύνεικον, ει aus ι V corr 12 προυνεικευόμενον, ει aus ι V corr | δὲ statt ünglichem γε V corr 14 Προύνεικος, ει aus ι V corr 16 ἀνθρώπω zu ἄνω ändert V corr ἄνω M | γεγονὸς 19 ἤτουν VM 20 ὑπ᾿ αὐτῶν *] ὑπ᾿ αὐτοῦ VM 26 > * | τὴν2 nachgetragen Vcorr)

59
δὲ εἰ τὴν γνῶσιν δίδωσιν, ἐν ἀπάτῃ καταγγέλλεται ἠπατηκέναι τὴν Εὔαν; ὁ δὲ δί ἀπάτης γνῶσιν ἐντιθεὶς οὐκέτι γνῶσιν δίδωσιν, ἀλλὰ ἀντὶ γνώσεως ἀγνωσίαν, ὡς καὶ ἀληθῶς ἔστιν ἰδεῖν ὅτι τοῦτο ἐν αὐτοῖς τελειοῦται. ἀγνωσίαν γὰρ ἔχοντες γνῶσιν ταύτην νομίζουσιν, ἐν τούτῳ ἀληθεύοντες ἐν τῷ τὴν ἑαυτῶν γνῶσιν ἀπάτην καὶ ἀγνωσίαν λέγειν.