Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἡρακλέων τοίνυν οὑτος καὶ οἱ ἀπ᾿ αὐτοῦ Ἡρακλεωνῖται ὡς προεῖπον ὁμοίως Μάρκῳ καί τισι τῶν πρὸ αὐτοῦ περὶ τῶν Ὀγδοάδων φάσκει, τῆς ἄνω φημὶ καὶ τῆς κάτω· ἔπειτα δὲ καὶ τὰς συζυγίας τῶν τριάκοντα Αἰώνων ἔσως δοξάξει.

ἄνθρωπον δὲ καὶ αὐτὸς φάσκει εἶναι τὸν ἄνω τῶν ὅλων Πατέρα, ὃν καὶ Βυθὸν προσηγόρευσεν. βούλεται δὲ καὶ αὐτὸς αὐτὸν λέγειν μήτε ἄρρεν μήτε θῆλυ, ἐξ αὐτοῦ δὲ εἶναι τὴν τῶν ὅλων Μητέρα, ἣν καὶ Σιγὴν ὀνομάζει καὶ Ἀλήθειαν.

ἀπ᾿ αὐτῆς δὲ εἶναι τὴν δευτέραν Μητέρα τὴν ἐν λήθῃ γενομένην, ἣν καὶ Ἀχαμὼθ καὶ αὐτὸς καλεῖ. ἐξ ἡς λοιπὸν τὰ πάντα έν ὑστερήματι κατέστη.

βούλεται δὲ πλείονα τῶν πρὸ αὐτοῦ καὶ οὑτος λέγειν, ἅτινά ἐστι τάδε· τοὺς τελευτῶντας ἀπ᾿ αὐτῶν καὶ ἐπὶ αὐτὴν τὴν ἔξοδον φθάνοντας. ἀπὸ τοῦ προειρημένου Μάρκου τὰς προφάσεις εἰληφὼς οὐκέτι κατ᾿ ἐκεῖνον λυτροῦται, ἀλλὰ ἄλλως οὑτος μεταχειρίζεται, λυτρούμενος δῆθεν πρὸς τῇ τελευτῇ τοὺς ὑπ᾿ αὐτοῦ ἀπατηθέντας.

ποτὲ γάρ τινες ἐξ αὐτῶν ἔλαιον ὕδατι μίξαντες ἐπιβάλλουσι τῇ κεφαλῇ τοῦ ἐξελθόντος, οἱ δὲ μύρον τὸ λεγόμενον ὀποβάλσαμον καὶ ὕδωρ, [*](19—23 vgl. Irenaeus adv. haer. I 21, 5; I 186 aVi sunt qui moriuos redimunt ad finem defunetionis. Epiphanius scheint den Unterschied zwischen Marcus u. Herakleon darin zu finden, da Marcus den Lebenden, Herakleon erst Sterbenden das Sakrament spendete. Woher er jedoch das Recht nimmt, die alii des Irenaeus gerade auf Herakleon zu beziehen, bleibt dunkel. Die Unklarheit, ob genauer ein Sakrament fiir die Sterbenden oder eine Totenweihe gemeint ist, ist allen Zeugen gemeinsam, vgl. Z. 22 πρὸς τῇ τελευτῇ mit Z. 24 τοῦ ἐξελθότος; ebenso Theodoret haer. fab. 1 11; Migne 83, 361A μετὰ τὴν ἀποβίωσιν u. daneben ταῖς τῶν τελευτώντων κεφαλαῖς) [*](V M — S. 46, 19 vgl. Irenaeus adv. haer. I 21, 5; 1 186ff Harvey (= lat.)) [*](2 τὸν δὲ ὀφθαλμοὺς ὀφθαλμοὺς vor καὶ ποτὲ (Z. 1) Pet. 9 τοίνυν am Rande nachgetragen V corr 13 προηγόρευσεν Μ 14 αὐτὸν καὶ αὐτὸς V 18 δὲ oben über Vcorr | οὑτος U] οὕτως VM 24 οἱ δὲ] sive lat. | τὸ λεγόμενον ὀποβάλσαμον] praedictum ungiientuin lat. | ἀποβάλσαμον M)

46
τὴν μέντοι ἐπίκλησιν κοινὴν ἔχοντες, ὡς δὴ καὶ ὁ πρὸ αὐτοῦ Μάρκος ἐποιεῖτο, μετὰ προσθήκης τινῶν ὀνομάτων. ἡ δὲ ἐπίκλησίς ἐστιν αὕτη·

Μεσσία οὐφαρέγνα μεμψαὶ μεν χαλ δαιαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία.

τοῦτο δὲ ποιοῦσιν, ἴνα δῆθεν οἱ λαμβάνοντες ἐπὶ τῇ ἐξόδῳ ταύτας τὰς ἐπικλήσεις τὰς μετὰ τοῦ ὕδατος καὶ ἐλαίου ἤτοι μύρου ἀναμεμιγμένων ἀκράτητοι γένωνται καὶ ἀὁρατοι ταῖς ἄνω ἀρχαῖς καὶ ἐξουσίαις, εἰς τὸ ὑπερβῆναι ἀοράτως τὸν ἔσω αὐτῶν ἄνθρωπον, φασίν, ὡς τῶν σωμάτων τούτων ἐν τῇ

κτίσει καταλιμπανομένων, τῆς δὲ ψυχῆς αὐτῶν παρισταμένης τῷ Δημιουργῷ ἄνω τῷ ἐν Ὑστερήματι γεγονότι, ὥστε καὶ ἐκεῖσε καταμένειν παρ᾿ αὐτῷ, ὑπεραναβαίνειν δέ, ὡς ἔφην, τὸν ἴσω ἄνθρωπον, <τὸν> ἐσώτερον καὶ σώματος· ὃν δὴ θέλουσι [λέγειν] ἐκ τοῦ ἄνωθεν κατεληλυθέναι.