Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Πρῶτον οὖν μαθητέον ὅτι ὁ σὔμπας ἐκεῖνος νόμος ὁ ἐμπεριεχόμενος τῇ Μωσέως πεντατεύχῳ οὐ πρὸς ἐνός τινος νενομοθέτηται, λέγω δὴ οὐχ ὑπὸ μόνου θεοῦ, ἀλλ᾿ εἰσί τινες αὐτοῦ προστάξεις καὶ ὑπ᾿ ἀνθρώπων τεθεῖσαι. καὶ τριχῆ τοῦτον διαιρεῖσθαι οἱ τοῦ σωτῆρος λόγοι διδάσκουσιν ἡμᾶς.

εἴς τε γὰρ αὐτὸν τὸ δεὸν καὶ τὴν τούτου νομοθεσίαν διαιρεῖται, > δὲ καὶ εὶς τὸν Μωσέα οὐ καθὰ δι᾿ αὐτοῦ νομοθετεῖ ὁ θεός, ἀλλὰ καθὰ ἀπὸ τῆς ἰδίας ἐννοίας ὁρμώμενος καὶ ὁ Μωσῆς ἐνομοθέτησέ τινα) καὶ εἰς τοὺς πρεσβυτερους τοῦ λαοῦ διαιρεῖαι, <οἵ> καὶ εὐρίσκονται ἐντολάς τινας ἐνθέωτες ἰδίας.

πῶς οὖν τοῦτο οὕτως ἔχον ἐκ τῶν τοῦ σωτῆρος δείκνυται λόγων, μάθοις δἄν ἤδη.

διαλεγόμενός που ὁ σωτὴρ πρὸς τοὺς περὶ τοῦ ἀποστασίου συζητοῦντας αὐτῷ, ὃ δὴ ἀποστάσιον ἐξεῖναι νενομόδετητο, ἔφη αὐτοῖς ὅτι »Μωυσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν τὸ ἀπολύειν τὴν γυναῖκα αὐτοῦ. ἀπ᾿ ἀρχῆς γὰρ οὐ γέγονεν οὕτως. δεὸς γάρ, φησί, συνέζευξε ταύτην τὴν συζυγίαν, καὶ ὅ συνέζευξεν ὁ κύριος, ἄνθρωπος, ἔφη, μὴ χωριζέτω«.

ἐνταῦθα ἕτερον μὲν <τὸν> τοῦ δεοῦ δείκνυσι νόμον, τὸν κωλύοντα κωρίζεσθαι γυναῖακ ἀνδρὸς αὐτῆς, ἕτερον δὲ τὸν τοῦ Μωσέως, τὸ διὰ τὴν σκληροκαρδίαν ἐπιτέποντα χωρίζεσθαι τοῦτο τὸ ζεῦγος.

καὶ δὴ κατὰ τοῦτο ἐναντία τῷ θεῷ νομοθετεῖ ὁ Μωσῆς· ἐναντίον γάρ ἐστι τῷ μὴ * διαζευγνύναι. ἐὰν [*](4 vgl. Matth. 11, 27 (Job. 1, 18) — 21 Matth. 19, 8. 6 V M) [*](2 ἑκάτεροι Harnack] ἑκάτερος VM o γε Dind.] τε V M | <γνώσεως> Corn. Pet.; zu ἀμφοτέρων τούτων ist ändlich δεῶν zu änzen | ἐκνηφῆναι, vn durchgestrichen Vcorr 7 <τῶνϞ Dind. 8 παριστῶντες] in παριστῶντας nicht ötig | μόνων Hilgenfeld | κατάλη|||ψιν, μ ausradiert Ycorr 12 αὐτοῦ Dind. Öh.] αὐτῶν VM 14 τὸν < M 15 <σιαιρεῖται> Öh. | αὑτὸ V 17 > Cornarius | αὐτοὶ *] πρῶτοι V M 20 συ|||ζητοῦντας, ν wegradiert V 23 συ|||ζυγίαν, ν ausradiert V 25 <τὸν> Klosterm. 26 V M 28 * > ül. > τῷ μὴ διαζευγνύναι Hilgenfeld)

453
μέντοι καὶ τὴν τοῦ Μωσέως γνώμην, καθ’ ἤν τοῦτο ἐνομοθέτησεν, ἐξετάσωμεν, εὑρεθήσεται τοῦτο οὐ κατὰ προαίρεσιν ποιησας τὴν ἑαυτοῦ, ἀλλὰ κατὰ ἀνάγκην διὰ τὴν τῶν νενομοθετημένων ἀσθένωεταν.

ἐπεὶ γὰρ τὴν τοῦ δεοῦ γνώμην φυλάττειν οὐκ ἠδύναντο οὖτοι, ἐν τῷ μὴ ἐξεῖνια αὐτοῖς ἀκβάλλειν τὰς γυναῖκας αὐτῶν, αἶς τινὲς αὐτῶν ἀηδῶς συνῴκουν καὶ ἐκινδύνευον ἐκ τούτου ἐκτρέπεσθαι πλέον εἰς ἀδικίαν καὶ ταύτης εἰς ἀπώλεταν, τὸ ἀηδὲς τοῦτο βουλόμενος ἐκκόψαι αὐτῶν ὁ Μωσῆς,

δι᾿ οὖ καῖ ἀπόλλεσθαι ἐκινδύνευον, δεύτερόν τινα, ὡς κατὰ περίστασιν ἦττον κακὸν ἀντὶ μείζονος ἀντικάταλλασσόμενος, τὸν τοῦ ἀποσταστίου νόμο ἀφ᾿ ἐαυτοῦ ἐνομοθέτησεν αὐτοῖς, ἵνα, ἐὰν ἐκεῖνον μὴ δύνωνται φυλάσσειν,

κἄν τοῦτόν Τε φυλάξωσι καὶ μὴ εἰς ἀδικίας καὶ κακίας ἀκτραπῶσι, δι᾿ ὦν απώλεια αὐτοῖς ἔμελλεν τελετοτάτη ἐπακολουθήσειν.

αὕτη μὲν ἡ τούτου γνώμη, καθ’ ἥν ἀντινομοθετῶν εὐρίσκεται τῷ θεῷ· πλὴν ὅτι γε Μωσέως αὐτοῦ δείκνυται ἐνταῦθα ἔτερος ὤν παρἂ τὸν τοῦ θεοῦ νόμον, ἀναμφισβήτητόν ἐστι, κἄν δι᾿ ἑνὸς τανῦν ὦμεν δεδειχότες.

ὅτι δὲ καὶ τῶι πρεσβυτέρων εἰσίν τινες συμπεπλεγμέναι παραδόσεις ἐν τῷ νόμῳ, δηλοῖ καὶ τοῦτο ὁ σωτήρ. »ὁ γὰρ δέός« φησίν »εἶπεν, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται.

ὑμεῖς δέ, φησίν, εἰρήκατε, τοῖς πρεσβυτέροις λέγων· δῶρον τῷ θεῷ ὃ ἐὰν ὠφεληθῇς ἐξ ἐμοῦ, καὶ ἠκυρώσατε τὸν νόμον τοῦ δεοῦ, διὰ τὴν πσράδοσιν ὑμῶν τῶι πρεσβυτέρων.

τοῦτο Τε Ἠσαΐας ἐξεφώνησεν εἰπών· ὁ λαὸς οὖτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀΠ’ ἐμοῦ. μάτη δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων«.

σαφῶς οὖν ἐκ τοὐτων εἰς τρία διιρούμενος ὁ σύμπας ἐκεῖνος δείκνυται νόμος· Μωσέως τε γὰρ αὐτοῦ καὶ τῶν πρεσβυτέρων καὶ αὐτοῦ τοῦ δεοῦ εὕρομεν νομοθεσίαν ἐν αὐτῷ. αὕτη μὲν οὖν ἡ διαίρεσις τοῦ σύμπαντος ἐκείνου νόμου ὦδε ἡμῖν διαιρεθεῖσα τὸ ἐν αὐτῷ ἀληθὲς ἀναπέφαγκεν.