Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τοὺς περὶ Μεκῦνδον καὶ τὸν ὀνομασθέντα Ἐπιφάνην, ἐξ Ἰσιδώρου τὴν πρόφασιν εἰς ἑαυτοῦ ὑπόνοιαν ἀπεμπολήσαντα, Πτολεμαῖος διαδέχεται τῆς μὲν αὐτῆς τῶν καλουψενων Γνωστικῶν ὑπάρχων αἱρέσεως καὶ τῶν κατὰ Οὐαλεντἱνον <εἷς ὢν> σὺν ἑτέροις τισίν, ἕτερα δὲ παρὰ τοὺς αὐτοῦ διδασκάλους ὑποτιθέμενος, οὗ καὶ τὸ ὄνομα αὐχοῦσιν οἱ αὐτῷ πειθόμενοι. Πτολεμαῖοι καλούμενοι.

Οὗτος τοίνυν ὁ Πτολεμαῖος καὶ οἱ σὺν αὐτῷ ἔτι ἐμπειρότερος ἡμῖν τῶν ἑαιτοῦ διδασκάλων προελήλυθε, τῇ ἐκείνων ὑφηγήσει προσθήκης τινὸς ὑπερβολὰς ἐξευρών.

δύο γὰρ οὗτος συζύγους τῷ θεῷ τῷ παρ᾿ αὐτοῖς Βυθῷ καλουμένῳ ἐπενόησέν τε καὶ ἐχαρίσατο· ταύτας δὲ καὶ διαθέσεις ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα.

καὶ τὴν μὲν Ἔννοιαν ἀεὶ συνυπάρξασαν αὐτῷ, ἐννοουμένην ἀεὶ τό τι προβαλέσθαι, τὸ δὲ Θέλημα ἐν αὐτῷ ἐπιγινόμενον. πρῶτον γὰρ ἐνενοήθη <τι> προβαλεῖν, εἶτα, φησίν, ἠθέλησεν.

διὸ καὶ τῶν δύο διαθέσεων τούτων ἢ καὶ δυνάμεων (δυνάμεις γὰρ αὐτὰς πάλιν καλεῖ), τῆς Ἐννοίας καὶ τῆς Θελήσεως ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ προβλὴ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο.

οὕστινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν Θελή- [*](V M 8—S. 450, 6 Irenaeus adv. haer. I 12, 1ff; I 109ff Harvey (=lat.), vgl. Hippolyt refut. VI 38,5ff; S. 169, 13ff Wendland) [*](1 Überschrift κατὰ Πτολεμαϊτῶν τρισκαιδεκάτη ἡ καὶ λݲγݲ V M 2 τοὺς Scaliger] τοῦ V M 3 πρόφασιν *] παραίνεσιν V M | ἑαυτοῦ *] ἑαυτῶν V M | ἀπεμπολἠσαντα *] ἀπεμπολήσαντας V M 4 αὐτῆς Dind.] αὐτῶν V M 5 Οὐαλεντίνων V M | <εἷς ὢν> * | τρισὶν M 8 — 10 οὗτος — ἐζειρών] hi vero qui sunt circa Ptolemaeum scientiores lat. 9 τῶν ἑαυτοῦ διδασκάλων *] τοῦ ἑαυτῶν διδασκάλου V M 10 συ////ζύγους, ν ausradiert Vcorr 10f τῷ θεῷ — ἐχαρίσατο] habere eun Βython dicunt lat. αὐτὸν ἔχειν λέγουσίν Hipp. 11 ταύτας δὲ] quas lat. ἃς Hipp. 11f διαθέσεις Ausgg.] διάθεσιν V M dispositiones lat. 12 ἐκάλεσεν] vocant lat. καλοῦσιν Hipp. | τε < lat. Hipp. | Θέλημα] Thelesin lat. Θέλησιν Hipp.; aber vgl. Ζ. 14 u. 19 12 — 14 καὶ τὴν μὲν — ἐπιγινόμενον< lat. Hipp. 13 vor αὐτῶ + ἐν M 14 <τι> Dind.] quid lat. τι Hipp. 15 εἶτα, φησίν] sicut dicunt, post deinde lat. ὥς φασιν, ἔπειτα Hipp. | καὶ1 < lat. | τούτων διαθέσεων Hipp. | ἢ < lat. Hipp. 16 δυνάμεις — καλεῖ < lat. Hipp. | vor τῆς1 + id est lat., nach ihm + τε Hipp. | τὰς ἐννοίας M 17 ὥσπερ Dind.Öh.] ὥστε V M velutl at. ὥσπερ Hipp. | ἡ προβολὴ Dind. Öh.] τῆ προβολῆ V M emissio lat. ἡ προβολὴ Hipp, | τοῦ + τε Hipp. 18 συ////ζυγίαν, ν ausradiert V corr 19 vor τῶν ἀοράτων + ἐκ Hipp. 19f τοῦ μὲν Θελήματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν *] τοῦ μὲν Θελήματος τὴν Ἀλήθειαν, τῆς δὲ Ἐννοίας τὸν Νοῦν V M Thelematis Nun, Ennoeas autem Αletheiam lat. τοῦ μὲν Θελήματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν Hipp.)

449
ματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ > Θελήματος ὁ με) ἄρρην είκὼν γέγονεν, τῆς <δὲ> ἐγεννήτου Ἐννοίας ὁ δὲ] θῆλυς τοῦ Θελήματος].

τὸ Θέλημα τοίνυν δύναμις ἐγέ- γετο τῆς Ἐννοίας. ἐνενόει μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολήν, οὐ μέν- τοι προβαλεῖν αὐτὴν καθ᾿ ἑαυτὴν ἠδύνατο ἃ ἐνενοει· ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις ἐπεγένετο, τότε ὅ ἐνενόει προέβαλεν.