Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἐποιήσατο δὲ οὗτος τὸ κήρυγμα καὶ ἐν Αἰγύπτῳ, ὅθεν δὴ καὶ ὡς λείψανα ἐχίδνης ὀστέων ἔτι ἐν Αἰγύπτῳ περιλείπεται τούτου ἡ σπορά, ἔν τε τῷ Ἀθριβίτῃ καὶ Προσωπίτῃ καὶ Ἀρσινοΐτῃ καὶ Θηβαΐδι καὶ τοῖς κάτω μέρεσι τῆς Παραλίας καὶ Ἀλεξανδρειοπολίτῃ· [*](τὸ ἅγιον ὑπὸ τῆς Ἀληθείας φησὶ προβεβλῆσθαι εἰς ἀνάκρισιν καὶ καρποφορίαν τῶν αἰώνων ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δι᾿ οὗ τοὺς αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς Ἀληθείας; etwas anders bei Hippolyt refut. VI 31, 4; S. 159, 2ff, vgl. dazu Irenaeus adv. haer. I 4, 1; I 33 Harvey διὸ καὶ αὐτὴν τοῖς ἀμφοτέροις ὀνόμασι καλεῖσθαι, Σοφίαν τε πατρωνυμικῶς . . . καὶ Πνεῦμα ἅγιον ἀπὸ τοῦ περὶ τὸν Χριστὸν πνεύματος u. I 4, 5; I 38 Harvey τὸν Παράκλητον δὲ ἐξέπεμψεν εἰς αὐτὴν τουτέστι τὸν Σωτῆρα . . . ἐκπέμπεται δὲ πρὸς αὐτὴν μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ τῶν ἀγγέλων 7 vgl. die zu S. 388, 9ff ührten Stellen — 9 —13 vgl. zu S. 385, 2ff V Μ) [*](1 οὖν ἐτελειοῦτο] συνετελειοῦτο M 4 ὀγδοάδος, δο2 getilgt Vcorr 5 ἦν δὲ] ἡ δὲ M 6 προυνείκων V 13 Unterschrift πεπλήρωται τὰ ἀπὸ Οὐαλεντίνων V κατὰ Οὐαλεντίνων τῶν γνωστικῶν, dann nach einer Leiste πεπλήρωται τὰ ἀπὸ Οὐαλεντίνων M 14 <ἐκ> * 15 εἰρήσθω] ἡγείσθω M 16f δὴ — ἐν < Μ 17 vor ὡς ein τῶ getilgt V 18 ἀβριθίτη M | τη auf Rasur Vcorr 19 vor Ἀλεξανδρειοπολίτῃ + ἐν τῷ> Ἀλεανδρεισπολίτη M)

396
ἀλλὰ καὶ ἐν Ῥώμῃ ἀνελθὼν κεκήρυχεν.

εἰς Κύπρον δὲ ἐληλυθώς, †ὡς ναυάγιον ὑποστὰς φύσει σωματικῶς, τῆς πίστεως ἐξέστη καὶ τὸν νοῦν ἐξετράπη. ἐνομίζετο γὰρ πρὸ τούτου μέρος ἔχειν εὐσεβείας καὶ ὀρθῆς πίστεως ἐν τοῖς προειρημένοις τόποις. ἐν δὲ τῇ Κύπρῳ λοιπὸν εἰς ἔσχατον ἀσεβείας ἐλήλακεν καὶ ἐβάθυνεν ἑαυτὸν ἐν ταύτῃ τῇ καταγγελλομένῃ ὑπ᾿ αὐτοῦ μοχθηρίᾳ.

λέγει δὲ αὐτός τε καὶ οἱ αὐτοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὡς ἔφην, καὶ Σωτῆρα καὶ Χριστὸν καὶ Λόγον καὶ Σταυρὸν καὶ Μεταγωέα καὶ Ὁροθέτην καὶ Ὅρον.

φαοὶ δὲ ἄνωθεν κατενηνοχέναι τὸ σῶμα καὶ ὡς διὰ σωλῆνος ὕδωρ διὰ Μαρίας τῆς παρθένου διεληλυθέναι, μηδὲν δὲ ἀπὸ τῆς παρθενικῆς μήτρας ἐιληφέναι, ἀλλὰ ἄνωθεν τὸ σῶμα ἔχειν, ὡς προεῖπον.

μὴ εἶναι δὲ αὐτὸν τὸν πρῶτον Λόγον μηδὲ τὸν μετὰ τὸν Λόγον Χριστὸν τὸν τὸν ὄντα ἐν τοῖς ἄνω Αἰῶσι, ἀλλὰ τοῦτον φάσκουσι προβεβλῆσθαι δι᾿ οὐδὲν ἕτερον ἢ μόνον εἰς τὸ ἐλθεῖν καὶ ἀνασῶσαι τὸ γένος τὸ ἄνωθεν πνευματικόν.

τὴν δὲ τῶν νεκρῶν ἀνάστασιν ἀπαρνοῦνται, φάσκοντές τι μυ- [*](1 vgl. Irenaeus adv. haer. III 4, 3 ; II 17 Harvey Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς Ῥώμην ἐπὶ Ὑγίνου, ἤκμασε δὲ ἐπὶ Πίου καὶ παρέμεινεν ἕως Ἀνικήτου Tertullian de praescr. 30 adv. Valent.4 — 1ff die Nachricht des Epiph. (Filastrius h.38,2; S.21,4 öpft aus ihm) von einer Wirksamkeit des Valentin in Cypern nach seinem römischen Aufenthalt steht im AViderspruch mit Irenaeus ; denn dessen (vgl. das παρέμεινε II 22, 5; I 331 Harvey III 3, 4; ΙΙ 12) setzt voraus, ß Valentin in Rom gestorben ist. Ausgleichungsversuche bei Lipsius, Quellen der ältesten Ketzergesch. S. 256ff Hilgenfeld, Ketzergesch. S. 255 Harnack, Lit.- Gesch. II 1 292ff. Immerhin beachte, ß die vita des Epiph. c. 59 u. 64 Valentinianer in Cypern erwähnt — 8 vgl. S. 388, 8ff — 9ff vgl. Ps. Tertullian adv. omn. haer. 4 hunc Ckristutn) autem in svhstantia corporis nostri non fuisse, sed spiritale nescio quod corpus de caelo deferentem quasi aquam per fistulam, sie per Mariam virginevt transmeasse nihil inde vel accipienlem vel mutuantem Irenaeus adv. haer. 172 I 60 Harvey Hippolyt refut. VI 35, 7; S. 165, 13ff Wendland — 13ff vgl. Hippolyt refut. VI 36, 3; S. 166, 5ff τούτου χάριν ἐγεννήθη Ἰησοῦς ὁ σωτὴρ διὰ τῆς Μαρίας, ἵνa διορθώσηται Ε; ἐνθάδε, ὥσπερ ὁ Χριστὸς ὀ ἄνωθεν ἐπιπροβληθεὶς ὑπὸ τοῦ Νοὸς καὶ τῆς Ἀληθείας διωρθώσατο τὰ πάθη τῆς ἔξω Σοφίας Irenaeus adv. haer. I 3, 1; I 24 Harvey — 16 vgl. Ps. Tert. adv. omn. haer. 4 resurrectionem huius carnis negat, sed alterius Irenaeus adv. haer. I 6, 1; I 51 Harvey V M) [*](2 † ὡς] σε σ oben drüber Vcorr ὦ M; entweder ganz zu streichen u. hinter ναυάγιον einzuschieben oder etwa ἐσώθη, οὕτως〉 hinter σωματικῶς zu änzen* 13 μήτε M | τὸν2 < M 14 ἀλλὰ getilgt Vcorr | τοῦτον + δὲ V M | δι’ οὐδὲν ἕτερον ἢ am Rande nachgetragen Vcorr Μ)

397
θῶδες καὶ ληρῶδες, μὴ τὸ σῶμα τοῦτο ἀνίστασθαι, ἀλλ᾿ ἕτερον μὲν ἐξ αὐτοῦ, ὃ δὴ πνευματικὸν καλοῦσι· μόνων δὲ ἐκείνων παρ’ αὐτοῖς πνευματικῶν καὶ τῶν ἄλλων <τῶν> ψυχικῶν ἐάν γε οἱ ψυχικοὶ δικαιοπραγήσειαν, τοὺς δὲ ὑλικοὺς καὶ σαρκικοὺς καὶ γηΐνους καλουμένους παντάπασιν ἀπόλλυσθαι καὶ μηδ᾿ ὅλως σῴζεσθαι.

χωρεῖν δὲ ἑκάστην οὐσίαν πρὸς τοὺς ἰδίους αὐτῆς προβολέας, τὴν μὲν ὑλικὴν τῇ ὕλῃ ἐκδιδομένην καὶ τὸ σαρκικὸν καἰ γήϊνον τῇ γῇ.

τρία γὰρ τάγματα βούλονται εἰναι ἀνθρώπων, πνευματικῶν ψυχικῶν σαρκικῶν, τὸ δὲ τάγμα τὸ πνευματικὸν ἑαυτοῦς λέγουσιν, ὥσπερ καὶ γνωστικούς , καὶ μήτε καμάτου ἐπιδεομένους ἢ μόνον τῆς γνώσεως καὶ τῶν ἐπιρρημάτων τῶν αὐτῶν μυστηρίων. πᾶν δὲ ὁτιοῦν ποιεῖν ἀδεῶς ἕκαστον αὐτῶν καὶ μηδὲν πεφροντικέναι · ἐξ ἅπαντος γάρ φασι σωθήσεσθαι πνευματικὸν ὂν τὸ αὐτῶν τάγμα.

τὸ δὲ ἕτερον τάγμα τῶν ἀνθρώπων ἐν κόσμῳ, ὅπερ ψυχικὸν καλοῦσιν, ἐφ’ ἑαυτοῦ σῴζεσθαι μὴ δυνάμενον , εἰ μή τι ἂν καμάτῳ καὶ δικαιοπραγίᾳ ἑαυτὸ ἀνασώσειε. τὸ δὲ ὑλικὸν τάγμα τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων μήτε δύνασθαι χωρεῖν τὴν γνῶσίν φασι μήτε δέχεσθαι ταύτην, κἂν θέλοι ὁ ἐκ τούτου τοῦ τάγματος ὁρμώμενος, ἀπόλλυσθαι δὲ ἅμα σὺν] ψυχῇ καὶ σώματι.

τὸ δὲ ἑαυτῶν τάγμα πνευματικὸν ὂν σῷζεσθαι σὺν σώματι ἄλλῳ, ἐνδοτέρῳ τινὶ ὄντι. ὅπερ αὐτοὶ σῶμα πνευματικὸν καλοῦσι φανταζόμενοι.

τοὺς δὲ ψυχικοὺς κεκμη- [*](2ff vgl. Irenaeus adv. haer. I 6, 1ff; I 53ff Harvey πᾶν τὸ πνευματικόν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι . . . ἐπαιδεύθησαν γὰρ τὰ ψυχικὰ οἱ ψυχικοὶ οἱ δι᾿ ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι . . . . . διὸ καὶ ἡμῖν μὲν ἀναγκαῖον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἀποφαίνονται· ἄλλως γὰρ ἀδύνατον σωθῆναι. αὐτοὺς δὲ μὴ διὰ πράξεως, ἀλλὰ διὰ τὸ φύσει πνευματικοὺς εἶναι πάντῃ τε καὶ πάντως σωθήσεσθαι δογματίζουσιν. ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν . . , οὕτως πάλιν τὸ πνευματικὸν θέλουσιν οἱ αὐτοὶ εἶναι ἀδύνατον φθορὰν καταδέξασθαι κἂν ὁποίαις συγκαταγένωνται πράξεσιν . . . διὸ δὴ καὶ τὰ ἀπειρημένα πάντα ἀδεῶς οἱ τελειότατοι πράττουσιν αὐτῶν I 7, 5; I 64f ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν χοϊκὸν ψυχικόν . . καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν καὶ τὸ ψυχικόν, ἐὰν τὰ βελτίονα ἕληται, ἐν τῷ τῆς Μεσότητος τόπω ἀναπαύεσθαι — 21 ff ßverständnis von Irenaeus adv. haer. I 7, 5 ; I 65ff Harvey τὰ δὲ πνευματικά, ἃ ἂν κατασπείρῃ ἡ Ἀχαμώθ, ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς ἐνθάδε καὶ ἐκτραφέντα διὰ τὸ νήπια ἐκπεπέμφθαι, ὕστερον τελειότητος V M) [*](4 * etwa εἶναι Ε; * | vor οἱ ψυχικοὶ + καὶ M | ὑλικούς + τε M 15 ἀφ’ aus ἐφ’ Vcorr 16 ἑαυτὸ U] ἑαυτῶ VM 17 χωρεῖν angeflickt Veorr 19 σὺν] *)

398
κότας πολὺ καὶ ὑπεραναβεβηκότας τὸν Δημιουργὸν ἄνω δοθήσεσθαι τοῖς ἀγγέλοις τοῖς ἅμα Χριστῷ οὐσιν, οὐδέν τι τῶν σωμάτων ἀνακομιζομένους, ἀλλὰ μόνον τὰς ψυχὰς ἐν πληρώματι εὑρεθείσας τῆς αὐτῶν γνώσεως καὶ τὸν Δημιουργὸν ὑπερβεβηκυίας δίδοσθαι τοῖς μετὰ τοῦ Χριστοῦ ἀγγέλοις εἰς νύμφας.