Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

35. Βούλομαι δὲ πάλιν άναγκαζόμενος ὑπὸ τοῦ λόγου, εἰ καὶ παύσασθαι ὑπεσχόμην όλίγων ὀλίγων τῶν παρ΄ αὐτοῖς εἰρημένων μνημονεύσας άνατρέψαι. οὐ γὰρ τοῦ κατὰ τέχνην μοι λόγου μέλει. άλλὰ τῆς τῶν ἐντυγχανόντων ὠφελείας.

λέγουσι τοίνυν ὅτι ὁ δωδέ- κατος αἰὼν ὁ ἐν ὑστερήματι γενόμενος παντελῶς τοῦ ἀριθμοῦ τῶν δώδεκα ἐξέπεσεν καὶ ἀπόλλυται ὁ άριθμὸς ὸ δωδέκατος.

τοῦτο δέ φασι γεγενῆσθαι τῷ τὸν Ἰούδαν, ὄντα δωδέκατον, ἐκπεπτωκέναι καὶ οὕτω τὸν δωδέκατον άριθμὸν ήφανίσθαι· ὁμοίως δὲ καὶ περὶ τῆς αἱμορροούσης καὶ τῆς τὴν μίαν δραχμὴν ἀπὸ τῶν δέκα δραχμῶν ἀπολεσάσης.

δείκνυται δὲ ὅτι οὔτε ὁ δωδέκατος αἰὼν πρόσωπον τοῦ Ἱούδα ἔχειν δυνήσεται, ὡς τῷ ὰγιωτάτῳ Εἰρηναίῳ προείρηται, — Ἰούδας μὲν γὰρ παντελῶς ἀπόλωλεν, ὁ δωδέκατος δὲ λεγόμενος αἰὼν κατὰ τὸ αὐτῶν πλάσμα οὐκ ἐκενώθη· ἔστη γὰρ ἐνώπιον αὐτοῦ ὁ Μεταγωγεὺς ἢ ὁ Ὀροθέτης, φήσας πρὸς αὐτὸν Ἰαώ, ὡς αὐτοί φασι, καὶ οὕτως ἐστερεώθη, —

οὔτε ἡ δώδεκα ἔτεσιν αἱμορροοῦσα τῷ αὐτῶν δράματι ὁμοιωθήσεται· ἐσώθη γὰρ μετὰ δώδεκα ἔτη, ἐν οἶς τῷ αἵματι τῆς ῥύσεως ἐφέρετο. οὐ γὰρ ἐν τοῖς ἔώδεκα ἔτεσιν ἀπαθὴς διετέλει καὶ έν τῷ δωδεκάτῳ ἔρρευσεν, ἀλλὰ μᾶλλον έν τοῖς ἕνδεκα ἔρρει, τῷ δωδεκάτῳ δὲ σέσωσται, —

οὔτε ἡ τὰς δέκα δραχμὰς κε- κτημένη ἀπώλεσε τὴν μίαν εἰς τέλος, ἵνα ὁ αἰὼν τῆς ὕλης ἀπο- λωλὼς μυθεύηται παρ᾿ αὐτοῖς· ἠψεν γὰρ τὸν λύχνον καὶ ηὑρεν τὴν δραχμήν.