Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Καὶ αὕτη μὲν ἡ τῶν τριάκοντα Αἰώνων παρ᾿ αὐτοῖς μυθοποιουμένη ποιουμἐνη τραγῳδία καὶ ἡ κατὰ συζυγίαν πνευματικοῦ δῆθεν Πληρώματος κενοφωνία·ἐάν τις συγκρίνων τῇ

παρὰ Ἡσιόδῳ καὶ Στησιχόρῳ καὶ τοῖς ἄλλοις ποιηταῖς τῶν Ἑλλήνων παραθῆται, εὕροι ἂν ἐκ παραλλήλου τὰ αὐτὰ ὄντα καὶ οὐδὲν ἕτερον, καὶ ἐκ τούτου γνώσεται ὡς οὐδὲν θαυμαστὸν οἱ τῶν δογμάτων αἱρεσιάρχαι μυστηριωδῶς ἐπαγγέλλονται λέγειν.

οὐδὲν γὰρ ἄλλο ἢ Ἑλλήνων ἀπεμάξαντο τὴν ἐπίπλαστον ποιητικὴν ἕξιν τῆς ἐθνομύθου πλάνης καὶ διδασκαλίας, [*](1ff die Namen der 30 Äonen entsprechen der Aufzählung bei Irenaeus adv. haer. I 1f;18ff Harvey (doch sind an unserer Stelle, wie in dem S. 390,5ff mitgeteilten Stück, die Dekas u. die Dodekas vertauscht). Bei Irenaeus heißt es nach der Vorführung der Ogdoas (Βυθὸς καὶ Σιγή, Νοῦς καὶ Ἀλήθεια, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία): τὸν μὲν Λόγον καὶ τὴν Ζωὴν μετὰ τὸ προβαλέσθαι τὸν Ἄνθρωπον καὶ Ἐκκλησέαν (sc. προβαλεῖν) ἄλλους δέκα αἰῶνας, ὦν τὰ ὀνόματα λέγουσι ταῦτα· Βύθιος καὶ Μῖξις, Ἀγἡρατος καὶ Ἕνωσις, Αὐτοφυὴς Ἡδονή, Ἀκίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία . . . . τὸν δὲ Ἄνθρωπον καὶ αὐτὸν προβαλεῖν μετὰ τῆς Ἐκκλησίας αἰῶνας δώδεκα, οἷς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος καὶ Πίσις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία (ebenso Tertullian adv. Valent. 8 Hippolyt refut. VI 30, 4f; S. 157, 15ff Wendland) — 15 vgl. Irenaeus adv. haer. I 1, 3; I 11 Harvey τοῦτο τὸ ἀόρατον καὶ πνευματικὸν κατ᾿ αὐτοὺς πλήρωμα — 16 vgl. clement. Hom. VI 3; S. 74, 19ff Lagarde clement. Recogn. Χ 30) [*](V M) [*](1 <καὶ> Ausgg. 4 ἀγηράρατος M 7 ἀκατωνομάστου M 9ff auch hier müßte eigentlich eine von der Ζ. 1ff gegebenen in der Reihenfolge abweichende Liste stehen. Die Wiederholung ist Folge des bei S. 385, 8ff eingeschlagenen Verfahrens 15 συ///ζυγίαν, ν ausradiert V corr 19 δογμάτων] θαυμάτων V 20 ἀπεδέξαντο M)

387
οὐδὲν ἀλλοιώσαντες πλὴν τῆς παρ᾿ αὐτοῖς μεταπεποιημένης βαρβαρικῆς ὀνοματοποιίας.

οὕτω γάρ φασι καὶ οἱ περὶ Ἡσίοδον· πρῶτον πάντων γίνεται Χάος, ἴνα εἴπωσι Βυθόν, εἶτα Νὺξ Ἔρεβος Γῆ Ἡμέρα Ἔρως Μῆτις Μόρος Ὀϊζὺς Πότμος Νέμεσις Μῶμος Φιλότης Θάνατος Δυσνομία Γήρως Ἄτη Ἵμερος Λήθη Ὕπνος Ὑσμίνη Λυσιμελὴς Ὕβρις Εὐφρόνιος Αἴγλη παυσιμέριμνος Ἀπάτη Ἡδυμελὴς Ἔρις.

καὶ οὑτος μὲν ὁ ἀριθμὸς κατὰ ἀκολουθίαν ἀρρενοθήλεος οὕτως ἔχει τὴν τριακοντάδα. εἰ δέ τις θελήσειεν ἰδεῖν πῶς πλαττόμενοι οὗτοι ἓν πρὸς τὸ ἕν, εὕροι ἂν οὕτως συναπτόμενα καὶ συζευγνύμενα ἀλλήλοις ἃ τοῖς ποιηταῖς ἔδοξεν,

ὡς τὸν μὲν Βυθὸν Νυκτί τε καὶ Σιγῇ συνάψαντες ἐποίησαν Γῆν γεννᾶσθαι· ἄλλοι δὲ Οὐρανόν, ὃν δὴ καὶ Ὑπερίονα κεκλήκασι, τὸν δὲ] αὐτὸν τῇ Γῇ συναφθέντα φασὶ γεγεννηκέναι ἄρσενάς τε καὶ θηλείας, καὶ τοὺς καθεξῆς ὁμοίως ἕως τῆς πάσης αὐτῶν ποιήσεως, ὡς ἔχει ἡ ἀπέραντος τοῦ μύθου ληρώδης φλυαρία.

εὕροι δ᾿ ἂν οὕτως συναπτόμενά τε καὶ συζευγνύμενα καὶ δυνάμενα οὕτως συντίθεσθαι· Χάος Νύξι Ἔρεβος Γῆ, Αἰθὴρ Ἡμέρα, Ἔρως Μῆτις, Μόρος Ὀϊζύς, Πότμος Νέμεσις, Μῶμος Φιλότης, Θάνταος Δυσνομία, Γήρως Ἄτη, Ἵμερος Λήθη, Ὕπνος Ὑσμίνη, Λυσιμελὴς Ὕβρις, Εὐφρόνιος Αἴγλη, Παυσιμέριμνος Ἀπάτη, Ἡδυμελὴς Ἔρις.

εἰ δὲ προσέχοι τις τῷ αὐτῶν πλάσματι καὶ βουληθείη γνῶναι ὡς ἀπὸ τῶν κοσμικῶν καὶ Ἑλληνικῶν ποιητῶν, ἐξ ὧν οὗτοι ἐνεβροντήθησαν, μάτην ἐνθουσιῶντες > ἃ μὴ δεῖ, ματαιοπονίαν τε καὶ κάματον ἀνωφελῆ, *, εὕροι ἂν αὐτοὺς τοσούτῳ μᾶλλον πεπλανημένους.