Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

24. Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὖσης, ἣν οὖτε προφῆται ἐκήρυξαν, οὐτε ὁ κὑριος ἐδίδαξεν οὔτε ἀπόστολοι παρέδωκαν, ἣν περισσοτέρως κὺχοῦσιν πλεῖον τῶν ἄλλων ἐγνωκέναι, ἐξ ἀγράφων ἀναγινώσκοντες καὶ τὸ δὴ λεγόμενον ἐξ ἄμμου σχοινία πλέκειν ἐπιτηδεύοντες,

ἀξιοπίστως προσαρμόξειν πειρῶνται τοῖς εἰρημένοις ἤτοι παραβολὰς κυριακὰς ἢ ῥήσεις προφητικὰς ἢ λόγους ἀποστολικούς, ἴνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον ειναι οοκῃ, τὴν μὲν τάξιν καὶ τὸν εἰρμὸν τῶν γραφῶν ὑπερβαίνοντες καὶ οσον ἐφ ἐαὐτοῖς λύοντες τὰ μέλη τῆς ἀληθείας.

μεταφέρουσι δὲ καὶ σήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν μετενέγκοι τὰς ψηφῖδας ἐκείνας καὶ μεθαρμόσοι καὶ ποιήσοι μορφὴν κυνὸς ἢ ἀλώπεκος καὶ ταύτην φαύλως κατεσκευασμένην,

ἔπειτα διορίξοιτο καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως ἐκείνην εἰκονα τὴν καλήν, ἢν ὁ σοφὸς τεχνίτης κατεσκεύασεν, δεικνὺς τὰς ψηφῖδας τὰς καλῶς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου είς τὴν τοῦ βασιλέως εἰκόνα συντεθείσας, κακῶς δὲ ὑπὸ τοῦ ὑστέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας, καὶ διὰ τῆς τῶν ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους τοὺς κατάληψιν βασιλικῆς μορφῆς οὑκ ἐχοντας καὶ πείθοι ὅτι αὕτη ἡ σαπρὰ τῆς ἀλώπεκος ἰδέα ἐκείνη ἔστὶν ἡ καλὴ τοῦ βασιλέως εἰκών.

τὸν αὐτὸν δὴ τρόπον καὶ οὖτοι γραῶν μύθους συγκαττυσαντες, ἐπειτα βήματα καὶ λέξεις καὶ παραβολὰς ὅθεν καὶ ποθὲν αποσπῶντες, ἐφαρμόξειν βούλονται τοῖς μύθοις αὐτῶν τὰ λόγια τοῦ θεοῦ.