Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

17. Καὶ τί γάρ; τραγῳδία πολλὴ λοιπὸν ἦν ἐνθάδε καὶ φαντασία, [*](V M lat. (Tert., Hipp.)) [*](1 αὐτὴν V | Ε; Ausgg.] a lat. 5 δὲ 1 *] τε V M autem lat. | κε///νωθεῖσαν aus καὶ ἑνωθεῖσαν Vcorr | ἀοράτου, ου aus ως V corr 9 ὅθεν + et lat. | τὸ] τῶ M 10 . . . δὲ] et lat. 11 μόνον M 11f vor ὑποπεσεῖν + καὶ M 12 πολυποικίλου///, ς wegradiert Vcorr πολυποικίλους M | παθεῖν + eawi lat. 14 ἐπιλείπη M | τε] aufetn lat. | ἐν < > lat. 15 πρώτη < 18 σύστασιν V collectioneni lat. | καὶ οὐσίαν — λέγουσιν am Rande nachgetragen Vcorr < > M 19 ὅδε ὁ] ἤδη ὁ M 26 αὖ πάλιν] αὐλεῖν M 28 καὶ τί et quidem enim lat. | τραγῳδία/// πολλὴ///, je ein σ wegradiert Vcorr | λοιπὸν ἦν am Rande nachgetragen Vcorr ἦν < > λοιπὸν) M est iani lat. | φαντασία/// wegradiert Vcorr)

411
ἑνὸς ἑκάστου αὐτῶν ἄλλως καὶ ἄλλως σοβαρῶς ἐκριηγουμένου, ἐκ ποταποῦ πάθους ἐκ ποίου στοιχείου ἡ οὐσία τὴν γένεσιν εἴληφεν·

ἃ καὶ εἰκότως δοκοῦσί μοι μὴ ἅπαντας θέλειν ἐν φανερῷ διδάσκειν, ἀλλ᾿ ἢ μόνους ἐκείνους τὸς καὶ μεγάλους μισθοὺς ὑπὲρ τηλικούτων μυστηρίων τελεῖν δυναμένους.

οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις περὶ ὧν ὁ κύριος ἡμῶν εἴρηκε »δωρεὰν ἐλάβετε, δωρεὰν δότε«, ἀλλὰ ἀνακεχωρηκότα καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖ φιλοψευδέσι.

τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ ὅτι ἀπὸ τῶν δακρύων τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος θάλασσαι καὶ πηγαὶ καὶ ποταμοἰ καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν έεἴληφεν, ἐκ δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς καὶ ἐκ τῆς ἐκπλήξεως καὶ ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα;

Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορίᾳ αὐτῶν. ἐπειδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, οἷον πηγὰς καὶ ποταμοὺς καὶ ὄμβρους καὶ τὰ τοιαῦτα, τὰ δὲ ἐν ταῖς θαλάσσαις ἁλμυρά, ἐπινοῦ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει.

φανερὸν οὖν ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ καὶ ἀμηχανίᾳ γεγονυῖαν νυῖαν καὶ ἱδρωκέναι. ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς καὶ εἴ τινα ἄλλα ὕδατα γλυκέα ὑπάρχει τὴν γένεσιν [μὴ] ἐσχηκέναι ἀπὸ τῶν <ἱδρώτων> αὐτῆς.

ἀπίθανον γάρ, μιᾶς ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρά, τὰ δὲ γλυκέα ὕδατα ἐξ αὐτῶν προελθεῖν. τοῦτο δὲ πιθανώτερον, τὰ μὲν εἶναι ἀπὸ τῶν δακρύων, τὰ δὲ ἀπὸ τῶν ἱδρώτων.

ἐπειδὴ <δὲ> καὶ θερμὰ καὶ δριμέα τινὰ ὕδατά ἐστιν ἐν τῷ κόσμῳ, νοεῖν ὀφείλεις τί ποιήσασα καὶ ἐκ ποίου μορίου προήκατο κατo ταῦτα. ἁρμόζουσι γὰρ τοιοῦτοι καρποὶ τῇ ὑποθέσει αὐτῶν.

Διοδεύσασαν οὖ πᾶν πάθος τὴν Μητέρα αὐτῶν καὶ μόγις ὑπερκύψασαν ἐπὶ ἱκεσίαν τραπῆναι τοῦ καταλιπόντος αὐτὴν φωτὸς τουτέστιν τοῦ Χριστοῦ [*](6 Matth. 10, 8) [*](V M lat. (Tert., Hipp.)) [*](1 σοβαρῶς, ο aus ω V corr σωβαρῶς M 2 vor ἐκ + et lat. 8 εἰκότως] οὐκ ἀπεικότως M convenienter lat. 5 ταῦτα] dicunt lat. 6 nach ἀλλὰ ein καὶ getilgt V corr 9 τοῦ πεπονθότος Αἰῶνος] quae est ex passione Aeonis lat. 11 ἐκ τῆς angeflickt V corr 16f τὸ δάκρυον ἁλμυρὸν . . . ὑπάρχει] lacrymae salsae sunt lat. 21 [μὴ] *] < lat. | <ἱδρώτων> Ausgg.] sudoribus lat. 22 Ι ὕδατα ἐξ — πιθανώτερον am Rande nachgetragen V corr | ἐξ αὐτῶν — πιθανώτερον < M 23 προελθεῖν]exisse lat. 24 <δὲ> Dind.] autem lat. | τινὰ angeflickt V corr < M quaedam lat. 25 τῷ < Μ )

412
δευτέρου κατελθεῖν, τὸν Παράκλητον δὲ ἐξέπεμψεν Ε; αὐτὴν τουτέστι τὸν Σωτῆρα,

ἐνδόντος αὐτῷ πᾶσαν τὴν δύναμιν τοῦ Πατρὸς καὶ πᾶν ὑπ᾿ ἐξουσίαν παραδόντος καὶ τῶν Αἰωνων δὲ ὁμοίως, ὁπως »ἐν αὐτῷ τὰ πάντα κτισθῇ, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι θεότητες κυριότητες«.

ἐκπέμπεται δὲ πρὸς αὐτὴν μετὰ τῶν ἠλικιωτῶν αὐτοῦ τῶν ἀγγέλων. τὴν δὲ Ἀχαμὼθ ἐντραπεῖσαν αὐτὸν λέγουσιν πρῶτον μὲν κάλυμμα ἐπιθέσθαι δι᾿ αἰδῶ, μετέπειτα Τε ἰδοῦσαν αὐτὸν σὺν ὅλῃ τῇ καρποφορίᾳ αὐτοῦ προσδραμεῖν αὐτῷ, δύναμιν λαβοῦσαν ἐκ τῆς ἐπιφανείας αὐτοῦ.

κἀκεῖνον μορφῶσαι αὐτὴν μόρφωσιν τὴν κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν ποιήσασθαι αὐτῆς, χωρίσαντα αὐτὰ αὐτῆς, μὴ ἀμελήσαντα δὲ αὐτῶν οὐ γὰρ ἦν δυνατὸν ἀφανισθῆναι Ε; ὡς τὰ τῆς προτέρας, διὰ τὸ ἑκτικὰ ἥδη καὶ δυνατὰ εἶναι), ἀλλ᾿ ἀποκρίναντα χωρίσει συγχέαι καὶ πῆξαι κα ἐξ ἀσωμάτου πάθους εἰς ἀσώματον τὴν] ὕλην μεταβαλεῖν αὐτά·

Μ’ οὕτως ἐπιτηδειότητα καὶ φύσιν ἐμπεποιηκέναι αὐτοῖς, ὥστε εἰς συγκρίματα καὶ σώματα ἐλθεῖν, πρὸς τὸ γενέσθαι δύο οὐσίας, τὴν φαύλην Ε; τῶν παθῶν, τήν τε τῆς ἐπιστροφῆς ἐμπαθῆ· καὶ διὰ τοῦτο δυνάμει τὸν Σωτῆρα δεδημιουργηκέναι φάσκουσι.

τὴν δὲ Ἀχαμὼθ ἐκτὸς τοῦ πάθους γενομένην, καὶ] συλλαβουσαν τῇ χαρᾷ τῶν σὺν αὐτῷ φώτων τὴν θεωρίαν τουτέστιν τῶν ἀγγέλων τῶν μετ᾿ αὐτοῦ) καὶ ἐγκισσήσασαν σὐτοὺς κεκυηκέναι καρποὺς κατὰ τὴν εἰκόνα Ε; διδάσκουσι, κύημα πνευματικὸν καθ’ ὁμοίωσιν γεγονὸς τῶι δορυφόρων τοῦ Σωτῆρος.