Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

16. Τὰ δὲ ἐκτὸς τοῦ Πληρώματος λεγόμενα ὑπ᾿ αὐτῶν ἐστιν τοιαῦτα· τὴν Ἐνθύμησιν τῆς ἄνω Σοφίας, ἥν καὶ Ἀχαμὼθ καλοῦσιν, ἀφορισθεῖσαν τοῦ Ε; Πληρώματος οὺν τῷ πάθει XEyouaiv ἐν σκιᾶς καὶ κενώματος τόποις ἐκβεβράσθαι κατὰ ἀνάγκην· ἔξω γὰρ φωτὸς ἐγένετο καὶ Πληρώματος, ἄμορφος καὶ ἀνείδεος ὥσπερ ἔκτρωμα, διὰ τὸ μηδὲν κατειληφέναι.

οἰκτείραντα δὲ αὐτὴν τὸν Ε; Χριστὸν καὶ διὰ τοῦ Σταυροῦ ἐπεκταθέντα τῇ ἰδίᾳ δυνάμει μορφῶσαι μόρφωσιν, τὴν κατ’ οὐσίαν μόνον ἀλλ᾿ οὐ τὴν κατὰ γνῶσιν· καὶ πράξαντα τοῦτο ἀναδραμεῖν, συστείλαντα αὐτοῦ τὴν δύναμιν, καὶ καταλιπεῖν Ε;, ὅπως αἰσθομένη τοῦ περὶ αὐτὴν πάθους διὰ τὴv ἀπαλλαγὴν τοῦ Πληρώματος ὀρεχθῇ τῶν διαφερόν- [*](2 I Kor. 1, 18 — 4 Gal. 6, 14 V M lat. (Tert., Hipp.)) [*](2 ἐπιμιμνήσκεσθαι, μι hineingeflickt Vcorr ἐπιμνήσκεσθαι Μ 3 σῳζομένοις + ἡμῖν V 8 πάντων Ausgg.] πάντες ς V Μ universorwn lat. | ἐφορμίζειν V 13 ἕλκεσθαι Dind.] ἕλκειν VM trahi lat. | † τὸ ἀμφίβολον διὰ τῆς ἐξηγήσεως, *] ambiguum per exposiiionem lat.; altes Verderbnis, lies etwa διὰ τὸ ἀμφί ἀμφίβολον τῆς ἐξηγήσεως, 〈τὰ αὐτοῖς Ε;*, vgl. schon Öh. | δεινοτέρως Ausgg.] ἕτεροι δὲ δεινῶς VM propenskis lat. 14 δολίως] ῥαδίως, aber getilgt u. dafür am Rande δολίως 15 ἐδρασαίαν Μ 19 Ε; *] superiore lat. | ἐν σκιᾶς] in umbra lat. | κενωματος Ausgg.] σκηνώματος VM vacuitatis lat. 22 δὲ *] τε VM autem lat. 〈ἄνω〉 Ausgg.] sujjerioreni. lat. 23 ἐπεκτα///θέντα, ν ausradiert Vcorr ἐπικτανθέντα Μ 24 τοῦτο] haec lat. 25 Ε; Dind.] illam lat.)

410
τωι. ἔχουσά τινα ὀδμῆν ἀφθαρσίας ἐγαταλειφθεῖσαν αὐτῇ Ε; τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

διὸ καὶ αὐτὴν τοῖς ἀμφοτέροις ὀνόμασι καλεῖσθαι, Σοφίαν τε πατρωνυμικῶς (ὁ γὰρ πατὴρ αὐτῆς Σοφία κλῄζεται) καὶ Πνεῦμα ἅγιον ἀπὸ τοῦ περὶ τὸν Χριστὸν πνεύματος.

μορφωθεῖσαν δὲ αὐτὴν καὶ ἔμφρονα γενηθεῖσαν, παραυτίκα δὲ κενωθεῖσαν τοῦ ἀοράτως αὐτῇ συνόντος Λόγου τουτέστιν τοῦ Χριστοῦ, ἐπὶ ζήτησιν ὁρμῆσαι τοῦκαταλιπόντος αὐτὴν φωτὸς καὶ μὴ δυνηθῆναι καταλαβεῖν αὐτὸ διὰ τὸ κωλυθῆναι ὑπὸ τοῦ Ὅρου. καὶ ἐνταῦθα τὸν Ὅρον κωλύοντα αὐτὴν τῆς εἰς τοῦμπροσθεν ὁρμῆς εἰπεῖν »Ἰαώ«· ὅθεν τὸ Ἰαὼ ὄνομα γεγενῆσθαι φάσκουσι.

μὴ δυνηθεῖσαν δὲ διοδεῦσαι τὸν Ὅρον διὰ τὸ συμπεπλέχθαι τῷ πάθει καὶ μόνην ἀπολειφθεῖσαν ἔξω, παντὶ μέρει τοῦ πάθους ὑποπεσεῖν, πολυμεροῦς καὶ πολυποικίλου ὐπάρχοντος, καὶ παθεῖν λύπην μέν, ὅτι οὐ κατέλαβεν, φόβον δέ, μὴ καθάπερ αὐτὴν τὸ φῶς οὕτω καὶ τὸ ζῆν ἐπιλίπῃ, ἀπορίαν τε ἐπὶ τούτοις.

ἐν ἀγνοίᾳ δὲ τὰ πάντα· καὶ οὐ καθάπερ ἡ μήτηρ αὐτῆς, ἡ πρώτη Σοφία Αἰών, ἑτεροίωσιν ἐν τοῖς πάθεσιν εἶχεν, ἀλλὰ ἐναντιότητα. ἐπισυμβεβηκέναι δ᾿ αὐτῇ καὶ ἑτέραν διάθεσιν, τὴν τῆς ἐπιστροφῆς ἐπὶ τὸν ζωοποιήσαντα.

Ταύτην σύνταξιν καὶ οὐσίαν τῆς ὕλης γεγενῆσθαι λέγουσιν, ἐξ ἧς ὅδε ὁ κόσμος συνέστηκεν. ἐκ μὲν γὰρ τῆς ἐπιστροφῆς τὴν τοῦ κόσμου καὶ τοῦ Δημιουργοῦ πᾶσαν ψυχὴν τὴν γένεσιν εἰληφέναι, ἐκ δὲ τοῦ φόβου καὶ τῆς λύπης τὰ λοιπὰ τὴv ἀρχὴν ἐσχηκέναι. ἀπὸ γὰρ τῶν δακρύων αὐτῆς γεγονέναι πᾶσαν ἕνυγρον οὐσίαν, ἀπὸ δὲ τοῦ γέλωτος τὴν φωτεινήν, ἀπὸ δὲ τῆς λύπης καὶ ἐκπλήξεως τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα.

ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο, ὡς λέγουσι, διὰ τὸ καταλελεῖφθαι μόνην ἐν τῷ σκότει καὶ τῷ κενώματι, ποτὲ Τε εἰς ἔννοιαν ἥκουσα τοῦ καταλιπόντος αὐτὴν φωτὸς διεχεῖτο καὶ ἐγέλα, ποτὲ δ᾿ αὖ πάλιν ἐφοβεῖτο, ἄλλοτε δὲ διηπόρει καὶ ἐξίστατο.