Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

15. Ἔπειτα περὶ τοῦ Ὅρου αὐτῶν, ὅν δὴ καὶ πλείοσιν ὀνόμασιν καλοῦσι, δύο ἐνεργείας ἔχειν αὐτὸν ἀποφαίνονται, τήν τε ἑδραστικὴν καὶ τὴν μεριστικήν· καὶ καθὰ με) ἑδράζει καὶ στηρίζει, Σταυρὸν εἶναι, καθὸ δὲ μερίζει καὶ διορίζει, Ὅρον.

τὸν δὲ σωτῆρα οὔτως λέγουσι μεμηνυκέναι τὰς ἐνεργείας αὐτοῦ· καὶ πρῶτον μὲν τὴν ἑδραστικὴν ἐν τῷ εἰπεῖν »ὅς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, μαθητὴς ἐμὸς οὐ δύναται εἶναι« καὶ Ε;

»ἄρας τὸν σταυρὸν ἀκολούθει μοι«· τὴν δὲ διοριστι- κὴν αὐτοῦ ἐν τῷ εἰπεῖν »οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν«. καὶ τὸν Ἰωάννην δὲ λέγουσιν αὐτὸ τοῦτο μεμηνυκέναι, εἰπόντα »τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ· διακαθαριεῖ τὴν ἅλωνα καὶ συνάξει τὸ σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ«.

καὶ διὰ τούτου τὴv ἐνέργειαν τοῦ Ὅρου μεμηνυκέναι· πτύον γὰρ ἐκεῖνο τὸν σταυρὸν ἑρμηνεύσουσιν εἶναι, ὅν δὴ κα ἀναλίσκειν τὰ ὑλικὰ πάντα ὡς ἄχυρα πῦρ, καθαίρειν [*](4 Luk. 2, 28 (Exod. 13, 12) — 8 vgl. Kol. 3, 11 — Rom. 11, 36 — 9 Kol. 2, 9 — 10 Ephes. 1, 10 — 17 Luk. 14. 27 — 19 vgl. Mark. 10, 21 — 20 Matth. 10, 34 — 21 Luk. 3, 17 V M lat. (Tert., Hipp.)) [*](1 ταύτης V | vor ἐθεράπευσεν + qui lat. | ἐχώρησεν VM 3 Ε; * 4 ὢν < > M 5 † xal] et lat.; alter Fehler, lies τῆς * 10 δὲ < > lat. Ansgg.] sie lat. 14 ἀποφαίνονται *] ἀποφαινόμενοι VM ostendiwf lat. 16 καὶ διορίζει < > lat. | τὸν] τὸ M | δὲ *] μὲν VM aiitem lat. | σωτῆρα Σταυρὸν V M salvatorem lat. | λέγουσιν < > lat. 18 ἐμὸς < > M 19 Herum lat. | σταυρὸν + αὐτοῦ VM 20 αὐτοῦ < > lat. 22 ennindare lat. | τὴν ἀποθήκην aus ἀποθήκας Vcorr ἀποθήκας M horreum lat. 23 διὰ τούτου] per haec lat.(?) 24 ἐκεῖνο ν, ν angeflickt Vcorr ἐκεῖνον M 25 ὃν δὴ καὶ ἀναλίσκειν] quae scilicet fonsumit lat. | καθαίρειν emundat lat.)

409
δὲ τοὺς σῳζομένους ὡς τὸ πτύον τὸν σῖτον.

Παῦλον δὲ τὸν ἀπόστολον καὶ αὐτὸν ἐπιμιμνῄσκεσθαι τούτου τοῦ σταυροῦ λέγουσιν οὕτως »ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις δύναμις θεοῦ«, καὶ πάλιν »ἐμοὶ δὲ μὴ γένοιτο ἐν μηδενὶ καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κοσμῳ«.

Τοιαῦτα μὲν οὖν περὶ τοῦ Πληρώματος αὐτῶν καὶ τοῦ πλάσματος πάντων λέγουσιν, ἐφαρμόζειν βιαζόμενοι τὰ καλῶς ἐρημένα τοῖς κακῶς ἐπινενοημένοις ὑπ᾿ αὐτῶν. καὶ οὐ μόνον ἐκ τῶι εὐαγγελικῶν καὶ τῶν ἀποστολικῶν πειρῶνται τὰς ἀποδείξεις ποιεῖσθαι, παρατρέποντες τὰς ἐρμηνείας καὶ ῥᾳδιουργοῦντες τὰς ἐξηγήσεῖς,

ἀλλὰ καὶ ἐκ νόμου καὶ προφητῶν, ἅτε πολλῶν παραβολῶν καὶ ἀλληγοριῶν εἰρημένων καὶ εἰς πολλὰ ἕλκεσθαι δυναμένων † τὸ ἀμφίβολον διὰ τῆς ἐξηγήσεως, * δεινοτέρως τῷ πλάσματι αὐτῶν καὶ δολίως ἐφαρμόζοντες αἰχμαλωτίζουσιν ἀπὸ τῆς ἀληθείας τοὺς μὴ ἑδραίαν τὴν πίστιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ διαφυλάσσοντας.