Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

12. Ἔνιοι δὲ αὐτῶν οὕτως τὸ πάθος τῆς Σοφίας καὶ τὴν ἐπιστροφὴν 25 μυθολογοῦσιν· ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ πράγματι αὐτὴν ἐπι- [*](V M lat. (Tert., Hipp.)) [*](4 θέλειν + 〈αὐτὸν〉? * 5 προειρημένου < > lat. | Προπάτορος] lat. | ἀγαγεῖν V 6 ὁμοίιος αἰῶνες] aeones omnes lat. 7 προήλατο, ή auf Rasur Vcorr προσήλετο M | ὁ πολὺ *, nach valde ultimiis lat.] πολὺ ὁ VM 9 προβεβλημένος V 10 Ε; ζύγου Ausgg., nach coniugis lat.] ζυγοῦ VM 11f παρατραπέντα, τραπεν auf Rasur Vcorr 12 πρόφασιν V | † τόλμης] temeritatis lat. τόλμη M (richtige Verbesserung des vor Epiph. u. lat. liegenden Fehlers) | κεκοινῶσθαι M coinmunicaverat lat. 15 δυνηθέντα *] δυνηθῆναι VM quam Που posset lat. | τὸ] τῶ M | καὶ < > lat. | vor πολλῷ + τῶ V 16 τε < 19 ὅλην] universam lat. reliquam Tert. (nicht vorzuziehen, vgl. S. 407, 23; der Sinn ist: sie wäre aufgelöst worden in die gesamte d. h. in die 21 καὶ2 < > lat. | ἐπιστρέψαν Μ 22 πεισθέντα + iam lat. 23 ἐπιγινομένω | ἐκπλήττου M 21 οὕτως Dind., nach huiusmodi lat.] πῶς VM 25 μυθλογοῦσιν] velut fabulam narrant lat. | ἀκαταλή///πτω, μ getilgt Vcorr)

404
χειρήσασαν τεκεῖν οὐσίαν ἄμορφον, οἵαν φύσιν εἶχεν θήλεια τεκεῖν·

ἥν καὶ κατανοήσασαν πρῶτον μὲν λυπηθῆναι διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι μήτι καὶ αὐτὸ τὸ εἶναι τέλος ἔχῃ· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν τὴν αἰτίαν καὶ ὅντινα τρόπον ἀποκρύψῃ τὸ γεγονός.

ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν καὶ ἐπὶ τὸν Πατέρα ἐναδραμεῖν πειραθῆναι καὶ μέχρι τιvὸς πολμήσασν ἐξασθενῆσαι καὶ ἱκέτιν τοῦ Πατρὸς γενέσθαι.

συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας, μάλιστα δὲ τὸν Νοῦν. ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν οὐσίαν τῆς ὕλης, ἐκ τῆς ἀγνοίας καὶ τῆς λύπης καὶ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως.

Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις διὰ τοῦ Μονογενοῦς προβάλλεται ἐν εἰκόνι ἰδίᾳ, ἀσύζυγον ἀθήλυντον· τὸv γὰρ Πατέρα ποτὲ μὲv μετὰ συζυγίας τῆς Σιγῆς, ποτὲ δὲ καὶ ὑπὲρ ἄρρεν καὶ ὑπὲρ θῆλυ εἶναι θέλουσι.

τὸν δὲ Ὅρον τοῦτον καὶ Σταυρὸν καὶ Λυτρωτὴν καὶ Καρπιστὴν καὶ Ὁροθέτην καὶ Μεταγωγέα καλοῦσι. διὰ δὲ τοῦ Ὅρου τούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι τὴν Σοφίαν καὶ ἀποκατασταθῆναι τῇ συζυγία.

χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπ᾿ αὐτῆς σὺν τῷ ἐπιγενομένῳ πάθει, αὐτὴν μὲv ἐντὸς Πληρώματος μεῖναι, τὴv δὲ ἐνθύμησιν σὐτῆς οὺν τῷ πάθει ὕπὸ τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποσταυρωθῆναι καὶ ἐκτὸς αὐτοῦ γενομένην εἶναι μὲν πνευματικὴν οὐσίαν, Ε; φυσικήν τινα Αἰῶνος ὁρμὴν τυγχάνουσαν, ἄμορρφον δὲ καὶ ἀνείδεον διὰ τὸ μηδὲν καταλαβεῖν. καὶ διὰ τοῦτο καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὴν λέγουσι.