Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Ἐντεῦθεν οἱ συνεργοῦντες αὐτῷ γνόντες τὴν τοῦ παιδὸς ὐδύνην, ἣν εἰς τὸ γύναιον ἀπημπόλησεν, ἐπιχειροῦσιν αὐτῷ τινα μείζονα μαγγανείαν κατασκευάσαι, ὡς αὐτὸς Ἰώσηπος ἐομὸ κατὰ λεπτότητα ὑφηγήσατο.

ἀπάγουσι γὰρ τὸν ἄθλιον παῖδα μετὰ δύσιν ἡλίου ἐν τοῖς πλησιαίτερον τύμβοις· πολυάνδρια δέ ἐστιν οὕτως έν τῇ πατρίδι καλούμενα σπήλαια ἐν πέτραις ὀρυκτὰ κατεσκευασμένα.

ἐκεῖ παραλαβόντες τὸν προειρημένον οἱ ἅμα ἅμα γόητες γόητες τινας καὶ ἐπιορκισμοὺς καὶ ἐπιτηδεύματα ἀσεβείας ἔμπλεα εἰς αὐτὸν ἐποιοῦντο καὶ εἰς ὄνομα τῆς προειρημένης γυναικός.

ἐκ θεοῦ δὲ βουλήσεως εἰς νοῦν ταῦτα ἦλθεν τοῦ ἄλλου πρεσβύτου τοῦ σὺν Ἰωσήπῳ τυγχάνοντος· ὁ δὲ αἰσθόμενος τῶν γινομένων τῷ Ἰωσήπῳ ἀνακοινοῦται. καὶ πρῶτον μὲν ταλανίσας ἑαυτὸν ε/φη τάλανες ἡμεῖς« φησίν, »ἀδελφέ, καὶ ἀπωλείας σκεύη, τίνι προσεδρεύομεν;«

ὁ δὲ Ἰώσηπος τὴν αἰτίαν ἐρωτήσας οὐ πρότερον ἤκουσε παρ᾿ αὐτοῦ διὰ λόγων πρὶν αὐτοῦ λαβόμενος τῆς χειρὸς ὁ πρεσβύτης ἀπήγαγε τὸν Ἰώσηπον, ἔνθα τὸ ἄνροισμα οἱ φθοριμαῖοι μετὰ τοῦ νεωτέρου ἐν τοῖς μνήμασι μαγγανείας ἕνεκa ἐποιοῦντο.

καὶ ἔξω μὲν τῆς θύρας στάντες τὰ παρ᾿ ἐκείνων γινόμενα κατηκροάσαντο, ἐκείνων δὲ ἐξιόντων ὑπεχώρησαν. οὔπω γὰρ πολλὴ ἑσπέρα ἠν, ἀλλὰ ὡς πρὸς αὐτὴν τὴν ἡλίου δύσιν, ἔτι δυναμένου ὀφθαλμοῦ ἀμαυρῶς ἰδεῖν.

μετὰ οὖν τὴν τῶν ἀσεβεστάτων ἔξοδον ἀπὸ τοῦ μνημείου οἱ περὶ Ἰώσηπον εἰσῆλθον καὶ καταλαμβάνουσιν τινὰ † ἐπιτηδεύματα καὶ ἄλλα τινὰ ἐπιτηδεύματα περιεργίας χαμαὶ ἐρριμμένα, οἱς προσκενώσαντες οὐρα καὶ ἐπαμήσαντες κόνιν, ὡς ἐκεῖνος ἔφη, ἐξῆλθον.

ἔγνωσαν δὲ τὴν ἐπιβουλήν, διὰ ποίαν γυναῖκα αὐτοῖς [*](27 zu οὐρα vgl. haer. 9, 3, 6; S. 200, 13 V Μ) [*](2 δὲ] δὴ M 3 τὴν γυναῖκα] αὐτὴν V 8 ἄγουσι Μ 9 πλησιαίτερον, αι aus ε Vcorr πλησιεστέροις M 12 ἐφορκισμοὺς aus ἐπιορκισμοὺς Vcorr ἐπιορκισμοὺς Μ 14 ταῦτα am Rande nachgetragen Vcorr < Μ 14 πρεσβυτέρου σὺν Ἰωσήπου M 16 ταλανίας, σ oben über Vcorr | σησίν, ἡμεῖς Μ 17 ἀπολείας M 22 ἐξόντων, ι oben drüber Vcorr 24 ἀμυδρῶς Μ | hinter ἀσεβεστάτων M 26 † ἐπιτηδεύματα] ἐπιτηδεύματα getilgt, aber nicht ersetzt Vcorr; lies etwa σκεύη * 27 ἐπαμήσαντες κόνιν] αἷμα μί///ξαντες κόνιν V 28 δὲ <)

344
ἐκακουργήθη ταῦτα,καὶ παρετηροῦντο εἰ κατισχύσουοιν.

ὡς οὖν οὐ κατώχυσαν οἱ γόητες (διὰ γὰρ τῆς σφραγῖδος τοῦ Χριστοῦ καὶ πίστεως ἐβοηθήθη ἡ γυνή), ἔγνωσαν τὸν νεώτερον ἐν τρισὶ νιξὶν διὰ τὴν τοῦ γυναίου ἄφιξιν προσκαρτερήσαντα, εἰς ὕστερον δὲ μαχεσάμενον μενον τοῦ τὴν περιεργίαν ποιησαμένοις, ὅτι οὐκ ἐπέτυχεν.

τοῦτο τρίτον τῷ Ἰωοήπῳ κατηχήσεως ἔργον ἐγίνετο, ὅτι οὐκ ἴσχυσεν, ἔνθα ὄνομα Χριστοῦ καὶ σφραγὶς σταυροῦ, φαρμακείας οὐ μὴν δὲ ἤδη ἐπείσθη Χριστιανὸς γενέσθαι.