Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Ἦν δέ τις ἐξ αὐτῶν Ἰώσηπος, οὐχ ὁ συγγραφεὺς καὶ ἱστοριογράφος καὶ παλαιὸς ἐκεῖνος, ἀλλ’ ὁ ἀπὸ Τιβεριάδος ὁ ἐν χρόνοις τοῦ [*](P128) μακαρίτου Κωνσταντίνου τοῦ βασιλέως τοῦ γέροντος >, ὃς καὶ παρ’ αὐτοῦ τοῦ βασιλέως ἀξιώματος κομήτων ἔτυχε καὶ ἐξουσίαν εἴληφεν ἐν αὐτῇ τῇ Τιβεριάδι ἐκκλησίαν Χριστῷ ἱδρῦσαι καὶ ἐν Διοκαισαρείᾳ καὶ ἐν Καπερναοὺμ καὶ ἐν ταῖς ἄλλαις, ὃς καὶ πολλὰ πέπονθεν ὑπ᾿ αὐτῶν τῶν Ἰουδαίων πρὶν ἢ τῷ βασιλεῖ ἐμφανισθῆναι.

οὗτος γὰρ ὁ Ἰώσηπος τῶν παρ᾿ αὐτοῖς ἀξιωματικῶν ἀνδρῶν ἐναρίθμιος ἠν. εἰσὶ δὲ οὗτοι <οἱ> μετὰ τὸν πατριάρχην, καλούμενοι. προσεδρεύουσι δὲ τῷ πατριάρχῃ καὶ σὺν αὐτῷ πολλάκις καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ συνεχῶς διάγουσι, διὰ τὸ συμβουλεύειν καὶ ἀναφέρειν αὐτῷ τὰ κατὰ τὸν νόμον.

ὁ δὲ πατριάρχης κατ᾿ ἐκεῖνο καιροῦ Ἐλλὴλ τοὔνομα ἦν νομίζω γὰρ ὅτι οὕτως τὸ ὄνομα αὐτοῦ Ἰώσηπος ἔλεγεν, εἰ μὴ ἀπὸ τοῦ χρόνου σφάλλομαι), ἐκ γένους δὲ τοῦ [*](1 vgl. zu haer. 29, 9, 4; S. 332, 8ff — 21f über die ἀπόστολοι u. ihr ältnis zum πατριάρχης vgl. Eusebius in Jes. 18, 1f; Migne 24, 213 A ff Hieronymus zu Gal. 1, 1; Migne 26, 311 B CJL IX 648 (vgl. 6220) cod. Theod. XVI S, 14 dazu ürer, Gesch. d. üd. Volkes III4 119f. 149 Harnack, Die Mission u. Ausbreitung des Christentums 2 I 274ff — 25 vgl. über diesen Hillel Ideler, Handbuch der Chronol. I 576ff ürer, Gesch. des üd. Volkes I4 754 V M) [*](5 vor τὸ κατὰ + καὶ V | μεταλη////φθὲν, μ ausradiert Vcorr 10 μεταληφθεῖσαν, β β oben hineingeflickt φ nicht durchgestrichen) Vcorr | ἔχει + καὶ V 12 ἀφηγησαμένους M 13 Ἰώσηππος M 14 ἀλλὰ M | ὁ1 < M 15 βασιλεύσαντος V | > * 16 κομίτων V M 1 7 τῇ < 18 ἐν2 < V | ἄλλαις] πόλεσι zu änzen ist überflüssig, vgl. S. 348 20 Ἰώσηππος M 21 > *)

339
Γαμαλιὴλ ἐτύγχανεν τοῦ παρ᾿ αὐτοῖς γενομένου πατριάρχου.

ἔστι δὲ διανοηθῆναι, ὡς καὶ ἄλλοι οὕτως ὑπέθεντο, τούτους εἶναι γένους ἐκείνου τοῦ πρώτου Γαμαλιὴλ τοῦ ἐπὶ τοῦ σωτῆρος, τοῦ κατὰ θεὸν συμβουλεύσαντος ἀποσχέσθαι τῆς κατὰ τῶν ἀποστόλων ἐπηρείας.

τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ᾿ ἐκεῖνο καιροῦ ἐπόσκοπον πλησιόχωρον τῆς Τιβερι〈έ〉ων ὄντα καὶ ἐκομίσατο παρ’ αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ διὰ προφάσεως ἰατρικῆς ὑποθέσεως.

μεταστειλάμενος γὰρ αὐτὸν διὰ τοῦ προειρημένου Ἰωσήπου ὡς ἰατρὸν ὄντα καὶ ποιήσας πάντας ἔξω γενέσθαι παρεκάλεσε τὸν ἐπίσκοπον λέγων »δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα«.

ὁ δὲ μετακαλεσάμενος τοὺς ἐξυπηρετουμένους προσέταξεν ὕδωρ ἑτοιμασθῆναι, ὡς τῆς νόσου ἕνεκα βοήθημά τι προσφέρειν μέλλων δι᾿ ὑδάτων νοσοῦντι βαρέως τῷ πατριάρχῃ. οἱ δὲ ἐποίησαν τὰ ἐπιτεταγμένα· οὐ γὰρ ἐγνώκεισαν. αἰδοῦς δὲ χάριν προφασισάμενος τοὺς πάντας ἔξω ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων.