Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

30. Ἐπιλείψει δέ μοι ὁ καιρὸς διηγουμένῳ εἰς παράστασιν ἀληθείας καὶ εἰς ἔλεγχον τῆς ματαιοφροσύνης Ἐβίωνος καὶ τοῦ αὐτοῦ παραπεποιημένου ματαιοφροσύνης διδασκαλείου.

πόθεν γὰρ οὐ σαφὲς ἂν εἴη ὅτι οὐ πατὴρ ἦν Ἰωσήφ, ἀλλ᾿ ἐν τάξει πατρὸς ἐνομίζετο; »ἰδού« φησίν ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν‘·

καὶ οὐκ εἶπεν »ἰδού, ἡ γυνή«. καὶ πάλιν ἐν ἑτέρῳ τόπω λέγει »καὶ | τέξεται ἡ δάμαλις καὶ ἐροῦσιν, οὐ τέτοκεν«. ἐπειδὴ γάρ τινες P156 τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν λέγουσιν αὐτὸν μὴ τετέχθαι, διὰ τοῦτο τό τέξεται καὶ ἐροῦσιν, οὐ τέτοκεν«· ἐπειδὴ οὐ τέτοκεν ἡ Μαρία ἐκ σπέρματος ανδρὸς καὶ οὑτοι μανέντες λέγουσι ψευδῶς ἐκ σπέρματος ἀνδρὸς αὐτὴν γεγεννηκέναι. γεγέννηκεν οὖν ἡ δάμαλις ἐν ἀληθείᾳ θεόν, ἄνθρωπον ἐν ἀληθείᾳ.

καὶ ὅτι μὲν δάμαλις ἡ παρθένος καλεῖται καὶ τὸ ταύτης λείψανον καθαρισμὸς ἠν τῶν κεκοινωμένων, ἄκουε τοῦ νόμου λέγοντος λάβε σοι δάμαλιν πυρράν‘, ἵνα δείξῃ τὸ ἐκλεκτὸν σκεῦος τῆς Μαρίας * διὰ τὸ πυροειδὲς τῆς τοῦ σωτῆρος θεότητος χωρηθὲν ἐν τῇ παρθένῳ· πῦρ γὰρ ὁ θεός‘ φησί »καταναλισκον«.

καί φησιν ὁ νόμος δάμαλιν πυρράν, ἐφ᾿ ἡς ζυγὸς οὐκ ἀναβέβηκεν ἐπὶ τὸν τράχηλον‘, ἴνα δείξῃ τὴν παρθένον δάμαλιν, [*](5 Luk. 2, 48 — 6 Luk. 3, 23 — 10 vgl. Hebr. 11, 32 — 14 Jes. 7, 14 — 16 Agraphon aus dem Apokryphon Ezechiel, vgl. Zahn, Forsch. YI 309 A. 3 Resch, Agrapha2 S. 305f — 23 Num. 19, 2 — ’) Deut. 4, 24 — 26 Num. 19, 2 V M) [*](1 υἱὸς] Ἰησοῦς M | καὶ2 ausradiert Vcorr 1f καὶ θαρραλεωτέρως getilgt Vcorr 4 <ὑπῆρχεν> *, vgl. S. 373, 22 7 vor Ἰωσὴφ + τοῦ M | tw] τὸ M 10 μοι] δῆμοι M | καιρὸς getilgt, dafür χρόνος gesetzt Vcorr 12f πόθεν γὰρ οὐ ἂν εἴη] πῶς γὰρ οὐκ ἂν σαφὲς εἴη ἢ πόθεν οὐ δείξοιμ᾿ ἂν Vcorr 14 φησίν getilgt Vcorr 18 τὸ < M | vor ἐπειδὴ einzuschieben 〈λέγει δέ· τέξεται ἡ καὶ ἐροῦσιν, οὐ τέτοκεν> ül. 22f κεκοινωνημένων, νη Vcorr 23 σοι] μοι V | πυρράν + ἄμωμον καἰ τὰ ἑξῆς> úl. 24 * <εἰπών· λάβε σοι δάμαλιν, πυρρὰν δὲ λέγει) * | πυρροειδὲς)

375
μὴ γνοῦσαν ζυγὸν γάμου ἀνδρός. ἀλλὰ τί μοι τὰ πλεῖστα διαλέγεσθαι;

ὡς πάλιν Ἠσαΐας ἴφη ἐκ προσώπου κυρίου ὅτι λάβε σοι τόμον χάρτου καινοῦ μεγάλου«, τόμον διὰ τὸ εἶναι μὲν τὴν παρθένον ἐκ σπέρματος ἀνδρός, τετμῆσθαι δὲ ἀπὸ μίξεως ἀνδρῶν καὶ τμηθῆναι ἀπὸ τῆς τῶν ἀνθρώπων κατὰ φύσιν συνηθείας.

πάντες γὰρ ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς γεννῶνται· ἡ δὲ τοῦ Χριστοῦ γέννησις κατὰ φύσιν μὲν ἐκ γυναικὸς παρθένου Μαρίας τὴν ἐνανθρώπησιν ἔσχηκεν, παρὰ φύσιν δὲ ἐτμήθη ἀπὸ τῆς κατὰ τὴν ἀνθρωπότητα ἀκολουθίας, ὡς καὶ Ἰακὼβ περὶ αὐτοῦ λέγει »ἐκ βλαστοῦ υἱέ μου ἀνέβης«, καὶ οὐκ »ἐκ σπέρματος ἀνέβης«.

καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαίας ὁ προφήτης, μᾶλλον δὲ ὁ κύριος αὐτῷ λέγει λάβε σεαυτῷ τόμον χάρτου«, τὸ εἶδος τῆς συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει »ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς«· βιβλίῳ γὰρ ἀπείκασε τὴν μήτραν.

διὰ τοῦτο ὁ Δαυὶδ λέγει »τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου«, τουτέστιν σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με καὶ ἔτι πρότερον, πρὶν τοῦ σπαρῆναί με.