Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

27. Ἡμεῖς δὲ καὶ θεὸν αὐτὸν λέγομεν ἀπ’ οὐρανοῦ ἐλθόντα καὶ ἐν μήτρᾳ παρθένου Μαρίας τὸν χρόνον τῶν ἐγκυμονουμένων παίδων παραμεμενηκότα, ὅπως τελείως ἀπὸ τῆς παρθενικῆς μήτρας τὴν ἔνσαρκον ἐνανθρώπησιν ἑαυτῷ καὶ οἰκονομίαν οἰκονομήσῃ, ἐν ᾑ καὶ περιετμήθη ἀληθινῶς καὶ οὐ δοκήσει ἡμέρᾳ τ[ι ὀγδόῃ.

ἦΜεν γὰρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, καὶ οὐ καταλῦσαι«, οὐ τὸν νόμον ἀλλότριον ἀποφῆ(??)αι, ἀλλὰ ἐξ αὐτοῦ μὲν δεδωρημένον ἓως δὲ αὐτοῦ ἐν τύποις μεμενηκότα, ὅπως ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ πάλιν ὅπερ ἐνέλιπεν ἐν τῷ νόμῳ πληρωθῇ, ἵνα οἱ τύποι εἰς πνευματικὴν τελείωσιν ἐλθόντες ἐν ἀληθείᾳ ὑπ’ αὐτοῦ τε καὶ τῶν αὐτοῦ ἀποστόλων κηρυχθῶσιν, οὐκέτι ὄντες τύποι ἀλλὰ ἀλήθεια.

ἐπὶ τούτῳ γὰρ ἐπληροῦτο τὸ ἐν τῷ νόμῳ εἰρημένον, ἕως αὐτοῦ τοῦ χρόνου διαρκέσαν καὶ ἐν αὐτῷ ἀφιστάμενον, εἰς πλήρωμα δὲ μεθιστάμενον, ὅπερ ἴφη ἡ Σεπφώρα, ὅτι »ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου«.

καὶ οὐκ εἶπεν ὅτι περιέτεμόν μου τὸ παιδίον«· οὐ γὰρ ᾠκονόμει ὁ ἀποσταλεὶς ἄγγελος, ἵνα περιτομὴ γένηται, ἀλλὰ οὐδὲ τὸ αἷμα τῆς περιτομῆς φοβηθεὶς ἀπέστη, ἀλλὰ | ὑπομνήσεως χάριν τοῦ μέλλοντος 288 παιδίου τὸ αἷμα τῆς περιτομῆς ἱστᾶν *, ὅπερ ἀκούσας καὶ οἰκονομήσας ἀπέστη.

καὶ ποίου παιδίου, ἄκουε, ἀλλ’ ἢ περὶ οὗ εἶπεν ὁ προφήτης ὅτι »θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν«,

τὸ μὲν γεννηθὲν παιδίον δεικνὺς ἐν ἀληθείᾳ, ὅπως σημάνῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν, τὸ γε »υἱὸς ἐδόθη ἡμῖν‘, ὅπως δείξῃ τὸν ἄνωθεν θεοῦ Λόγον καὶ υἱὸν θεοῦ αὐτὸν δοθέντα καὶ ἐν μήτρᾳ γενόμενον ἐνανθρωπήσαντα, ἔχοντα ἀμφότερα θεὸν καὶ ἄνθρωπον, αὐτὸν θεὸν αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἄνωθεν δοθέντα αὐτὸν παιδίον γεννηθέντα.

ἐφ᾿ οὗ ἔστη λοιπὸν τὸ αἷμα τῆς περιτομῆς, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει, ὅτε [*](9 Matth. 5, 17 — 18 Exod. 4, 26 — 24 Jes. 9, 5f — 31ff vgl. Joh. 12, 20f V Μ) [*](3 ἀδαεῖς getilgt, dafür am Rande βραχεῖς Vcorr 4 ὑπὸ V 7 ὅπως ἕως V M 8 οἰκονομήσει M 10 vor οὐ τὸν + Λ·αὶ V 11 ὑποφῆναι M 22 * etwa ὠκονόμει αὐτὴν εἰπεῖν ὅτι τὸ αἷμα τοῦ παιδίου μου ἔστη> * 25 καὶ — ἡμῖν < M 28 δοθέντα zu δειχθέντα ändert Vcorr 31 ὅτε ὅτι Vcorr)

371
ἀνῆλθον Ἕλληνες θεάσασθαι αὐτὸν καὶ ἠλθον πρὸς Φίλιππον καὶ λέγουσιν αὐτῷ· δεῖξον ἡμῖν τὸν Ἰησοῦν, καὶ ὁ Φίλιππος τῷ Ἰωάννῃ καὶ ὁ Ἰωάννης τῷ Ἰησοῦ ἔφη ὅτι »τινὲς Ἕλληνες βούλονταί σε θεάσασθαι«,

καὶ εὐθὺς ὁ κύριος ἀποκρίνεται λέγων νῦν ἔφθασεν ἡ δόξα τοῦ θεοῦ«, ἴνα δείξῃ περιτομὴν μὲν παρερχομένην τὴν ἔνσαρκον καὶ τύπῳ ὑπηρετήσασαν ἄχρι χρόνου, τὴν δὲ ἐν σαρκὶ ἀκροβυστίαν ἐν πνεύματι ἔχουσαν μείζονα περιτομήν, θεωροῦσαν Χριστὸν καὶ αὐτὸν έν ἀληθείᾳ κατειληφυῖαν.