Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

26. Αὐχοῦσι δὲ πάλιν περιτομὴν ἔχοντες καὶ σεμνύνονται δῆθεν ταύτην εἰναι σφραγῖδα καὶ χαρακτῆρα τῶν τε πατριαρχῶν καὶ δικαίων τῶν κατὰ τὸν νόμον πεπολιτευμένων, δι᾿ ἡς ἐξισοῦσθαι ἐκείνοις νομίζουσι· καὶ δῆτα ἀπ᾿ αὐτοῦ τοῦ Χριστοῦ τὴν σύστασιν ταύτης βούλονται φέρειν, ὡς καὶ οἱ περὶ Κήρινθον.

φασὶ γὰρ καὶ οὑτοι κατὰ τὸν ἐκείνων ληρώδη λόγον ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος«· περιετμήθη, φησίν, ὁ Χριστός, καὶ σὺ περιτμήθητι«.

* καὶ ἴνα κατὰ πάντα τρόπον καταισχύνηται τῆς πλάνης τὰ σπέρματα· καθάπερ χαλινὸς τῇ θαλάσσῃ ἐκ θεοῦ ὁρισθείς, κλεῖθρα καὶ πύλαι, ψάμμος ὅριον θαλάσσῃ καὶ πρόσταγμα τό »ἕως τούτου [*](8ff vgl. Irenaeus adv. haer. I 26, 2; I 213 Harvey et circumciduntur ac perseverant tu his consuetudinibus qttae sunt secundum legem u. Hippolyt refut. VII 34, 1f; S. 221, 10ff Wendland ἔθεσιν Ἰουδαϊκοῖς ζῶσι, κατὰ νόμον φάσκοντες δικαιοῦσθαι καὶ τὸν Ἰησοῦν λέγοντες δεδικαιῶσθαι ποιήσαντα τὸν νόμον· διὸ καὶ Χριστὸν αὐτὸν τοῖ Μοῦ ὠνομάσθαι καὶ Ἰησοῦν (lies υἱόν? * ἐπεὶ μηδεὶς τῶν > ἐτέλεσε τὸν νόμον· εἰ γὰρ καὶ ἕτερός τις πεποιήκει τὰ ἐν νόμῳ προστεταγμένα, ἦν ἂν ἐκεῖνος ὁ Χριστός. δύνασθαι δὲ καὶ ἑαυτοὺς ὁμοίως ποιήσαντας Χριστοὺς γενέσθαι· καὶ γὰρ καὶ αὐτὸν ὁμοίως ἄνθρωπον εἶναι πᾶσι λέγουσιν — 11ff vgl. haer. 28, 5, 1ff; S. 317, 11ff u. Ps. Tertullian adv. omn. haer. 3 et quia scriptum sit: nemo discipulus super niagistrum nee servus super dominum, legem etiam proponit (sc. Ebion) — 13 Matth. 10, 25 — 16 vgl. ffiob 38, 10 — 17f Hiob 38, 11 V M) [*](1 u. 2 Ἀμρὰμ, β oben über Ycorr 5 vor οὗτοι ein οὐκοῦν hin eingeflickt, ür γὰρ getilgt Vcorr | δὲ *] γὰρ V M 9 hinter σφραγῖδα am Rande nachgetragen ἡγούμενοι Vcorr x003C; M 10 δι’ οὓς — νομίζουσι am Rande Vcorr x003C; M | ἧς *] οὓς V 14 hinter περιετμήθη ein γὰρ hineingeflickt 15 *] es ß ein Satz ausgefallen sein, in dem Christus Subjekt war: so fordert es das καταισχύνηται u. die Wiederaufnahme S. 369, 20 * 16 τῆς θαλάσσης M 17 θαλάσσῃ getilgt Vcorr | πρόσταγμα τὸ ἕως aus προστάγματος ἕως Vcorr προστάγματος ὡς M)

369
ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλὰ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα« <ὥς> φησιν, οὕτω καὶ οὑτοι ἐν ἑαυτοῖς καταδαπανθήσονται.

ἀλλὰ ἐκεῖ μὲν ἐκ θεοῦ προστάγματος εἰς εὐταξίαν θαλάσσης ἐκ θεοῦ εἴρηται ὁ τοῦ ὅρου λόγος, ἐνταῦθα δὲ ἀφ᾿ ἑαυτῆς ἡ κακία καὶ ἡ πλάνη τυφλώττουσα τὸν νοῦν καὶ τὸν εὐσεβῆ λογισμὸν ἀποστρεφομένη προὔλαβε καθ’ ἑαυτῆς ὥσπερ κύματα ἐγείρειν. τὰ σχέτλια τῶν προαπαγγελλομένων αὐτῆς ὑπολήψεων ἑτέροις κύμασιν ἑαυτῆς σθυ- κρούουσα καὶ ἐν ἑαυτῇ ἀεὶ συντριβομένη ἑαυτήν <τε> διαλύουσα, —

ἢ καθάπερ ἑρπετὸν δεινὸν ἑαυτὸ λυμαινόμενον καὶ ἀντιστρεφόμενον ἀπὸ τῆς κέρκου καὶ ἑαυτὸ βιβρῶσκον αὐτὸ ἑαυτοῦ ἀναλωτικὸν γινόμενον.

τοῦτο γάρ φασι γεγενῆσθαι καιρῷ ὑπὸ ἀσπίδων συγκλεισθεισῶν ἐν πίθοις, καὶ ἑκάστης τὴν ἑτέραν καταναλωσάσης τὴν δὲ ἰταμωτέραν καὶ χαλεπωτέραν εἰς ὕστερο μεμενηκέναι· μόνην <δὲ> καταλειφθεῖσαν καὶ εἰς πεῖναν Μοῦσαν ἀπὸ τῆς ἰδίας κέρκου ἀρξαμένην ἑαυτὴν καταβεβρωκέναι ἱστοροῦσί τινες φυσιολόγοι κατὰ τὴν Αἰγυπτίων χώραν. ὅθεν καὶ ἁρμοδίως τὸ ὄνομα αὐτῇ ἐπέθεντο, διὰ τὴν κεφαλὴν τῆς Γοργόνος καὶ ταύτην ἀσπιδογοργόνα καλοῦντες.

οὕτω καὶ ὁ ματαιόφρων Ἐβίων καὶ οἱ ἀμφ᾿ αὐτὸν προὔλαβον ἑαυτοὺς κατατέμνοντες καὶ ἀναιροῦντες ἀπ᾿ ἀρχῆς ἐκεῖνα ἐφ’ οἷς καὶ σεμνύνονται.

Χριστὸς γὰρ ἑαυτὸν οὐ περιέτεμεν, παιδίον γεννηθείς· δόξα δὲ τῷ ἐλεήμονι θεῶ, οτι ἑαυτὸν προέλαβεν ὁ Ἐβίων, ἵνα τὰ ἀληθινὰ μὴ ὁμολογγήσῃ, εἰς τὸ καὶ ἔλεγχον αὐτῷ τοῦτο γενέσθαι.

εἰ μὲν γὰρ ἔλεγεν αὐτὸν θεὸν ἄνωθεν ἥκοντα περιτετμῆσθαι τὴν ὀκταήμερον <περιτομὴν> ὑπὸ τῆς Μαρίας, τὸ τηνικαῦτα θεὸς ὢν συγχωρῶν κατὰ ἰδίαν εὐδοκίαν) παρεῖχεν ἂν τῷ ἀγύρτῃ τὴν περὶ τῆς περιτομῆς πιθανολογίαν. ὀπότε δὲ ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι ἀπὸ ἀνθρώπων παρεισφέρει, οὐκέτι αἴτιός ἐστιν ὁ παῖς, εἰ καὶ τὴν ὀκταήμερον περιτομὴν περιετμήθη.

οὐ γὰρ ἑαυτὸν περιέ- [*](11ff vgl. haer. 22, 2,ff; S. 246, 19 ff V Μ) [*](2 > * | αυτοῖς, ἑ oben über Vcorr 3 ἀλλ’ Μ | θεοῦ1 in θείου ändert Vcorr 6 ἐγείρουσα aus ἐγείρειν Vcorr 8 τε) * | διαλύουσαι *] διαλύει V M 9 ἑαυτοῦ Μ 10 ἑαυτῶ1 M | βιβρῶσκον getilgt, ür am Rande κατεσθίον Vcorr | αὐτὸ nachgetragen Vcorr < M Ι ἑαυτῶν2 Μ 10f νεται ans γινόμενον Vcorr 12 δὲ?]? * 13 <δὲ> 15 καταβρωκέναι Μ 16 μο//δίως, ο aus ω V 20 γεννηθεὶς getilgt u. ür am Rande γὰρ ἦν Vcorr 23 ἄνωθεν θεὸν Μ 24 <περιτομὴν> *, vgl. Z. 28 25 τὴν περὶ < statt τὴν? * 26 δὲ oben hinein Vcorr 27 ἀπὸ *] ὑπὸ V M)

370
τέμεν, ἀλλὰ ὑπὸ ἀνθρώπων περιετμήθη. καὶ γὰρ οἱ παῖδες οὐχ ἑαυτοὺς περιτέμνουσι καὶ οὐδὲ αἴτιοί εἰσι τῆς ἑαυτῶν περιτομῆς, ἀλλ’ οἱ αὐτῶν γονεῖς. ἐκεῖνοι γὰρ ἀδαεῖς ὄντες νηπιάζουσιν ἀγνοοῦντες καὶ οὐδὲ οἴδασι τί αὐτοῖς ἀπὸ τῶν γονέων γίνεται.