Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

19. Ἐλέγχεεται δὲ πανταχόθεν ὁ ἀγύρτης ὑπὸ τοῦ σωτῆρος, διαρρήδην καὶ ὡς έν συντόμῳ ἀπὸ μιᾶς λέξεως τὸ πᾶν αὐτοῦ ἐλέγχοντος τῆς ἀπατηλῆς διδασκαλίας καὶ λέγοντος »ἠλθεν Ἰωάννης έν ὁδῷ δικαιοσύνης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, δαιμόνιον ἔχει· ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων 〈καὶ λέγουσιν, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης>« .

καὶ οὐ πάντως ὅτι κἂν τὸ τυχὸν οὐκ ἤσθιεν Ἰωάννης ἢ πᾶν ὁτιοῦν ἤσθιεν ὁ σωτήρ, ἵνα τις ὑπολάβῃ καὶ τὰ ἀπηγορευμένα·

ἡ γραφὴ δὲ τὴν ἔμφασιν δηλοῖ τῆς ἀληθείας, ὡς τό »φάγον αὐτὸν εἶναι καὶ οἰνοπότην« οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ κρέας ἐσθίειν καὶ οἶνον πίνειν, καὶ τό »μὴ ἐσθίων μήτε πίνων‘, ὅτι κρεῶν οὐ μετείληφε καὶ οἴνου, ἀλλ᾿ ἢ ἀκρίδων μόνον ὁ Ἰωάννης καὶ μέλιτος μετελάμβανε, δῆλον δὲ ὡς καὶ ὕδατος.

τίς δὲ οὐκ οἶδε τὸν σωτῆρα ἀναστάντα ἐκ τῶν νεκρῶν καὶ φαγόντα; καθάπερ ἔχει τὰ ἅγια εὐαγ- γέλια τῆς ἀληθείας, ὅτι ἐπεδόθη αὐτῷ ἄρτος καὶ μέρος ὀπτοῦ ἰχθύος, καὶ λαβὼν ἔφαγε καὶ ἔδωκε τοῖς μαθηταῖς«· ὡς καὶ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐποίησεν καὶ φαγὼν καὶ διδούς.

καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. δεῖ δέ με κατὰ λεπτότητα εἰς τὸν τούτων τῶν ῥημάτων τῶν ἑώλων τε καὶ σαθρῶν παρ᾿ αὐτοῖς κηρυττομένων ἥκειν ἔλεγχον καὶ τὴν αὐτῶν ποιεῖσθαι ἀνατροπήν.