Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

17. Ἀλλὰ κατὰ πάντα τρόπον συκοφαντεῖ ὁ δεινὸς οὐτος ὄφις καὶ πτωχὸς τῇ διανοίᾳ. Ἐβίων γὰρ ἔχει ἀπὸ ἙβραΪκῆς εἰς Ἑλλάδα φωνὴν τὴν ἑρμηνείαν πτωχός. πτωχὸς γὰρ ὡς ἀληθῶς καὶ τῇ διανοίᾳ καὶ τῇ ἐλπίδι καὶ τῷ ἔργῳ <ὁ> Χριστὸν ἄνθρωπον ψιλὸν [*](3ff vgl. dement. Recogn. I 70f u. Irenaeus adv. haer. 126, 2; I 213 Harvey apostolum Paulum recusant, apostatam eum legis dicentes Origenes c. Geis. V65; Ii 68, 11 ötschau εἰσὶ γάρ τινες αἱρέσεις τὰς Παύλου ἐπιστολὰς τοῦ ἀποστόλου μὴ προσιέμεναι ὥσπερ Ἐβιωναῖοι ἀμφότεροι hom. XIX in Jerem. zu 18, 12; S. 167, 19f Klostermann καὶ μέχρι νῦν ὑπὸ παρανόμου ἀρχιερέως λόγου προστασσόμενοι Ἐβιωναῖοι τύπτουσι τὸν ἀπόστολον Ἰησοῦ Χριστοῦ λόγοις δυσφήμοις. — Wegen des Folgenden beachte auch Origenes in ps. 82 bei Eusebius h. e. VI 38; S. 592, 22 Schwartz über Elxai) τὸν ἀπόστολον τέλεον ἀνθετεῖ — 8 Act. 21, 39 — 16 vgl. Origenes de princ. IV 3, 8; S. 334, 1 ötschau οἱ πτωχοὶ τῇ διανοίᾳ Ἐβιωναῖοι, τῆς πτωχῆς διανοίας ἐπώνυμοι· ἐβίων γὰρ ὁ πτωχὸς παρ’ Ἑβραίοις ὀνομάζεται c. Gels. II 1 I 126, 17ff ötschau Eusebius h. e. III, 27, 1 u. 6; S. 256, 1ff Schwartz Ἐβιωναίους τούτους οἰκείως ἐπεφήμιζον οἱ πρῶτοι, πτωχῶς καὶ ταπεινῶς τὰ περὶ τοῦ Χριστοῦ δοξάζοντας . . . . ὅθεν παρὰ τὴν τοιαύτην ἐγχείρησιν τῆς τοιᾶσδε λελόγχασι προσηγορίας, τοῦ Ἐβιωναίων ὀνόματος τὴν τῆς διανοίας πτωχείαν αὐτῶν ὑποφαίνοντος· ταύτῃ γὰρ ἐπίκλην ὁ πτωχὸς παρ’ Ἑβραίοις ὀνομάζεται V Μ) [*](4 τῆς < M 5 lies 〈παρα〉πεποιημένοιςρ̣? * 7 φιλαλήθως *] V M 11 lies <ἀρχ>ιερέως? * 12 ἀγαγέσθαι] γεγενῆσθαι, aber getilgt u. Rande ἀγαγέσθαι gesetzt Vcorr 13 εἶτα μὴ aus καὶ μηκέτι Vcorr | τοιαύτην ausradiert V corr 15 ὄφις οὗτος V 17 πτχωὸ2 angeflickt Vcorr < M 18 > *)

356
μίσας καὶ οὕτως ἐν πτωχείᾳ πίστεως τὴν ἐλπίδα περὶ αὐτοῦ κεκτημένος.

αὐτοὶ δὲ δῆθεν σεμνύνονται ἑαυτοὺς φάσκοντες πτωχοὺς διὰ τό. φασίν, ἐν χρόνοις τῶν ἀποστόλων πωλεῖν τὰ αὐτῶν ὑπάρχοντα καὶ τιθέναι ταρα τοὺς πόδας τῶν ἀποστόλων καὶ εἰς πτωχείαν καὶ ἀποταξίαν μετεληλυθέναι· καὶ διὰ τοῦτο καλεῖσθαι ὑπὸ πάντων, φησί, πτωχοί.

οὐδὲ τοῦτο δὲ ἀληθὲς παρ’ αὐτοῖς, ἀλλὰ φύσει τῷ ὄντι Ἐβίων ἐκαλεῖτο, κατὰ προφητείαν οἶμαι ὁ πτωχὸς καὶ τάλας τὸ ὄνομα ἐκ πατρὸς αὐτοῦ καὶ μητρὸς αὐτοῦ κεκληρωμένος.

πόσα δὲ ἄλλα δεινὰ καὶ παραπεποιημένα καὶ μοχθηρίας γέμοντα παρ’ αὐτοῖς φυλάττεται; ὅτω γὰρ τις ἐξ αὐτῶν ἢ νόσῳ περιπέσοι ἢ ὑπὸ ἑρπετοῦ δηχθείη, κάτεισιν εἰς τὰ ὕδατα καὶ ἐπικαλεῖται τὰς ἐπωνυμίας τὰς ἐν τῷ Ἠλξαῒ τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς τοῦ τε ἁλὸς καὶ τοῦ ὕδατος, τῶν τε ἀνέμων καὶ ἀγγέλων τῆς δικαιοσύνης, > φασι, καὶ τοῦ ἄρτου καὶ τοῦ ἐλαίου, καὶ ἄρχεται λέγειν βοηθεῖτέ μοι καὶ ἀπαλλάξατε ἀπ᾿ ἐμοῦ τὸ ἄλγημα«.

ἤδη δέ μοι καὶ ἀνωτέρω προδεδήλωται ὡς ταῦτα μὲν Ἐβίων οὐκ ᾔδει, μετὰ καιρὸν δὲ οἱ ἀπ᾿ αὐτοῦ συναφθέντες τῷ Ἠλξαῒ ἐσχήκασι μὲν τοῦ Ἐβίωνος τὴν περιτομὴν καὶ τὸ σάββατον καὶ τὰ ἔθη, τοῦ δὲ Ἠλξαῒ τὴν φαντασίαν,

ὥστε νομίζειν μὲν τὸν Χριστὸν εἶναί τι ἀνδροείκελον ἐκτύπωμα ἀόρατον ἀνθρώ- [*](3ff vgl. Act. 4, 34f — 10ff vgl. Hippolyt refut. IX 15, 4ff; S. 254, 2ff Wendland λέγει δὲ οὕτως· ἄν τιν’ οὖν ἄνδρα ἢ γυναῖκα ἢ νεώτερον ἢ νεωτέραν κύων λυσσῶν καὶ μαινόμενος ἐν ᾡ ἐστι πνεῦμα διαφθορᾶς δάκῃ ἢ περι(σχ)ίσῃ ἢ προσψαύσῃ, ἐν αὐτῇ τῇ ὥρᾳ δραμέτω σὺν παντὶ τῷ φορέματι καὶ καταβὰς εἰς ποταμὸν ἢ εἰς πηγήν, ὕπου ἐὰν ᾐ τόπος βαθύς, βαπτισάσθω <σὺν> παντὶ τῷ φορέματι αὐτοῦ προσευξάσθω τῷ μεγάλῳ καὶ ὑψίστῳ θεῷ ἐν καρδίας πίστει, καὶ τότε ἐπιμαρ- σθω τοὺς ἑπτὰ μάρτυρας τοὺς γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ· ἰδοὺ μαρτύρομαι τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγαι καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν; dazu. W. Brandt, Die üd. Baptismen S. 105 — beachte auch die Schwurzeugen dement. Hom. Διαμαρτυρία 2 u. 4; S. 4, 29f Lagarde u. 5, 17 μάρτυρας ἔχοιμι οὐρανὸν γῆν ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις δ’ ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα οὗ ἄνευ οὐκ ἀναπνέω — 12 vgl. haer. 19, 1, 6; S. 218, 10ff — 15 vgl. haer. 19, 5, 4 S. 222, 25ff; dazu oben S. 336, 1ff — 18 vgl. haer. 19, 4, 1ff; S. 221, 6ff V M) [*](9 γέντα, μο oben über Vcorr 10 φυλάττεται getilgt, ür am Rande ἐπιτηδεύεται V 11 εἰς τὰ angeflickt Vcorr 13 τῆς hineingeflickt Vcorr | <ὥς> * 14 τοῦ < V 16 ἀπ᾿ αὐτοῦ] αὐτῶ αὐτῶ V 17 ἀλξα///ὶ, ι aus ει 18 ἔθ//ἤ, ν ausradiert Vcorr | ὡς M | νομίζει V 19 ἀνδρο///ίκελον, ι aus ει Vcorr)

357
ποις, μιλίων ἐνενήκοντα ἓξ τὸ μῆκος, δῆθεν σχοίνων εἴκοσι τεσσάρων, τὸ δὲ πλάτος σχοίνων ἕξ, μιλίων εἴκοσι τεσσάρων, τὸ πάχος δὲ κατὰ μέτρησιν ἄλλην τινά. ἀντικρὺ δὲ αὐτοῦ ἑστάναι καὶ τὸ ἅγιον πνεῦμα ἐν εἴδει θηλείας ἀοράτως, καὶ τὸ] αὐτὸ τοῦ αὐτοῦ μέτρου.

καὶ πόθεν, φησίν, ἔγνων τὰ μέτρα; ἐπειδή, φησίν, εἶδον ἀπὸ τῶν ὀρέων ὅτι αἱ κεφαλαὶ ἔφθανον αὐτῶν, καὶ τὸ μέτρον τοῦ ὄρους καταμαθὼν ἔγνων Χριστοῦ τε καὶ τοῦ ἁγίου πνεύματος τὰ μέτρα.«

ἤδη δέ μοι περὶ τούτων εἴρηται ἐν τῇ κατὰ Ὀσσαίων αἱρέσει. ἐν παρεξόδῳ δὲ ταῦτα πεποίημαι νῦν, ἵνα μὴ τὰ παρ᾿ ἑκάστῳ ἔθνει τε καὶ αἱρέσει 10 ὄντα, εὑρισκόμενα δὲ καὶ παρ᾿ ἑτέροις, νομισθείη κατὰ λήθην ὑφ ἡμῶν μὴ εἰρῆσθαι.

[*](P142)