Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Πεπλάνηνται δὲ καὶ οὗτοι περιτομὴν αὐχοῦντες, καὶ ἔτι οἱ τοιοῦτοι »ὑπὸ κατάραν εἰσί‘, μὴ δυνάμενοι τὸν νόμον πληρῶσαι. πῶς γὰρ δυνήσονται πληροῦν τὰ ἐν τῷ νόμῳ εἰρημένα, ὅτι τρὶς τοῦ [*](οἱ διττοὶ Ἐβιωναῖοι, ἤτοι ἐκ παρθένου ὁμολογοῦντες ὁμοίως ἡμῖν τὸν Ἱησοῦν ἢ οὐχ οὕτω γεγεννῆσθαι ἀλλὰ ὡς τοὺς λοιποὺς ἀνθρώπους in Matth. tom. XVI 12; IV 37 f Lommatzsch ἐκ Μαρίας μὲν μόνης καὶ θείου πνεύματος, οὐ μι)ν καὶ μετὰ τῆς περὶ αὐτοῦ θεολογίας Eusebius h. e. ΙΙΙ 27, 3; S. 256, 8ff ἐκ παρθένου καὶ ἁγίου πνεύματος΄ μὴ ἀρνούμενοι γεγονέναι τὸν κύριον, οὐ μὴν Μ’ ὁμοίως καὶ οὗτοι προϋπάρχειν αὐτὸν θεὸν λόγον ὄντα καὶ σοφίαν ὁμολογοῦντες Hieronymus ep. 112, 13, 2; CSEL 55 381, 26 Hilberg quos vulgo Nasaraeos nuncupant, qui credunt in Christum filium dei natum de Maria virgine 4 f öa als Sitz der äer ätigt durcb Hieronymus vgl. insbes. de vir. ill. 3 mihi quoque a Nazaraeis qui m Beroea urbe Syriae hoc volumine utuntur describendi facultas fuit — 5f ür die äherbestimmung ἐν τῇ Δεκαπόλει zu Pella vgl. Eusebius Onomasticon S. 80, 16 f Klostermann (dadurch wird Zahn, Forsch. VI 270 A. 3 widerlegt) — 6 zu Kokaba vgl. Jul. Africanus bei Eusebius h. e. I 7, 14 S. 60, 18 Schwartz u. Eusebius Onomasticon S. 172, 1ff ἔστιν δὲ καὶ Χωβὰ κώμη ἐν τοῖς αὐτοῖς μέρεσιν, ἐν ᾗ εἰσιν Ἑβραίων οἱ εἰς Χριστὸν πιστεύσαντες, Ἐβιωναῖοι καλούμενοι über die Lage Zahn, Forsch. I 330 ff), dazu noch haer. 30, 2, 7 u. 18, 1 haer. 40, 1, 5 — 7 ff vgl. haer. 30, 2, 7 de mens, ac pond. 15; S. 167, 65 ff Lagarde garde u. Eusebius h. e. III, 5, 3; S. 196, 13ff τοῦ λαοῦ τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας κατά τινα χρησμὸν τοῖς αὐτόθι δοκίμοις δι' ἀποκαλύψεως ἐκδοθέντα πρὸ τοῦ πολέμου μεταναστῆναι τῆς πόλεως καί τινα τῆς Περαίας πόλιν οἰκεῖν κεκελευσμένου, Πέλλαν αὐτὴν ὀνομάζουσιν — 14 Gal. 3, 10 — 15 vgl. Exod. 23, 17 V M) [*](2 καὶ Μήρινθον < M 5 Συρίας M 6 ἐν’ < V Ι κωκὰβ ἢ χωχὰβ ἡ Μ 7 γὰρ ἡ < M Ι ἀπὸ < M 8 μαθητῶν] ἀποστόλων M Ι μαθητῶν + τῶν V 10 ἐΜ statt δι’ ἤ auf Rasur Vcorr)

331
ἔτους ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, κατά τε τὰ Ἄζυμα καὶ Σκηνοπηγίαν καὶ τὴν Πεντηκοστήν‘ , ἐν τῷ τόπῳ Ἱεροσολύμων.

ἀποκλεισθέντος γὰρ τοῦ τόπου καὶ τῶν ἐν τῷ νόμῳ μὴ δυναμένων πληροῦσθαι, παντὶ τῷ νοῦν ἔχοντι σαφὲς ἄν εἴη ὅτι Χριστὸς ἠλθεν πληρωτὴς τοῦ νόμου, οὐ τὸν νόμον καταλύσων, ἀλλὰ τὸν νόμον πληρώσων, καὶ ἀφελεῖν τὴν κατάραν τὴν κατὰ τῆς παραβάσεως τοῦ νόμου ὁρισθεῖσαν.

μετὰ γὰρ τὸ ἐντείλασθαι τὸν Μωυσέα πᾶσαν ἐντολὴν ἠλθεν ἐπὶ τὸ τέρμα τῆς βίβλου καὶ συνέκλεισε τὸ πᾶν εἰς κατάραν‘ λέγων »ἐπικατάρατος ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις λόγοις ἐν τῷ βιβλίῳ τούτῳ τοῦ ποιῆσαι αὐτούς‘.

ἠλθεν οὑν λύων μὲν τὰ πεπεδημένα δεσμοῖς τῆς κατάρας, χαριζόμενος δὲ ἡμῖν ἀντὶ τῶν μικρῶν τῶν μὴ δυναμένων πληροῦσθαι τὰ μείζονα καὶ οὐ μαχόμενα θάτερον θατέρῳ πρὸς τὴν τοῦ ἔργου πλήρωσιν ὡς τὰ πρότερα·

αὔτως γὰρ κατὰ πᾶσαν αἵρεσιν φθάνοντες ἐν τῇ περὶ σαββατισμοῦ καὶ περιτομῆς καὶ τῶν ἄλλων σχέσει πολλάκις ἐπειργασάμεθα, πῶς ὁ κύριος ἡμῖν τὰ ἐντελέστερα κεχάρισται.

πῶς δὲ οἱ τοιοῦτοι δυνήσονται ἀπολογίαν ἔχειν, μὴ τῷ πνεύματι τῷ ἁγίῳ ὑπακούσαντες τῷ διὰ τῶν ἀποστόλων εἰρηκότι τοῖς ἐξ Μνῶν πεπιστευκόσι μὴ βάρος ἐπιτίθεσθαι πλὴν τῶν ἐπάναγχες, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας καὶ εἰδωλοθύτου;«

πῶς δὲ οὐκ ἐκπεσοῦνται τῆς τοῦ θεοῦ χάριτος, λέγοντος Παύλου τοῦ ἁγίου ἀποστόλου ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὡφελήσει«, »οἵτινες ἐν νόμῳ καυχάσθε, τῆς χάριτος ἐξεπέστε«;