Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Οὑτοι δὲ οἱ προειρημένοι αἱρεσι[νται, περὶ ὡν ἐνταῦθα τὴν ὑφήγησιν ποιούμεθα, παρέντες τὸ ὄνομα τοῦ Ἰησοῦ οὔτε Ἰεσσαίους ἑαυτοὺς κεκλήκασιν οὔτε τῶν Ἰουδαίων ἔμειναν ἔχοντες τὸ ὅνομα οὔτε Χριστιανοὺς ἑαυτοὺς ἐπωνόμασαν, άλλὰ Ναζωραίους, δῆθεν ἀπὸ τῆς τοῦ τόπου τῆς Ναζαρὲτ ἐπωνυμίας, τὰ πάντα δέ εἰσιν Ἰουδαῖοι καὶ οὐδὲν ἕτερον.

χρῶνται δὲ οὗτοι οὐ μόνον νέᾳ διαθκῃ, ἀλλὰ καὶ παλαιᾷ διαθήκῃ, καθάπερ καὶ οἱ Ἰουδαῖοι. οὐ γὰρ ἀπηγόρευται παρ’ αὐτοῖς νομοθεσία καὶ προφῆται καὶ γραφεῖα τὰ καλούμενα παρὰ Ἰουδαίοις βιβλία, ὥσπερ παρὰ τοῖς προειρημένοις· οὐδέ τι ἕτερον οὗτοι φρονοῦσιν, ἀλλὰ κατὰ τὸ κήρυγμα τοῦ νόμου καὶ ὡς οἱ Ἰουδαῖοι πάντα καλῶς ὁμολογοῦσι χωρὶς τοῦ εἰς Χριστὸν δῆθεν πεπιστευκέναι.

παρ’ αὐτοῖς γὰρ καὶ νεκρῶν ἀνάστασις ὁμολογεῖται καὶ ἐκ θεοῦ τὰ πάντα γεγενῆσθαι, ἔνα δὲ θεὸν καταγγέλλουσι καὶ τὸν τούτου παῖδα Ἰησοῦν Χριστόν. Ἑβραϊκῇ δὲ διαλέκτῳ ἀκριβῶς εἰσιν ἠσκημένοι.

παρ’ αὐτοῖς γὰρ πᾶς ὁ νόμος καὶ εἱ προφῆται καὶ τὰ γραφεῖα λεγό- μενα, φημὶ δὲ τὰ στιχηρὰ καὶ αἱ Βασιλεῖαι καὶ Παραλειπόμενα καὶ Εσθὴρ καὶ τἄλλα πάντα Ἑβραϊκῶς άναγινώσκεται, ὥσπερ ἀμέλει καὶ παρὰ Ἰουδαίοις.

ἐν τούτῳ δὲ μόνον Πρὸς Ἰουδαίους διαφέρονται καὶ Χριστιανούς, Ἰουδαίοις μὲν μὴ συμφωνοῦντες διὰ τὸ εἰς Χριστὸν πεπιστευκέναι, Χριστιανοῖς δὲ μὴ ὁμογνωμονοῦντες διὰ τὸ ἔτι νόμω πεπεδῆσθαι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις.

περὶ Χρι- [*](7 etwas anders Irenaeus adv. haer. I 26, 2 ; I 213 Harvey (von den äern) quae autem sunt prophetica curiosius exponere nituntur — 12 vgl. Irenaeus adv. haer. I 26, 2; I 212 Harvey = Hippolyt refut. VII 34, 1 ; S. 221, 8f Wendland ὁμολογοῦσι 003E; τὸν κόσμον ὑΠὸ τοῦ ὅντως θεοῦ γεγονέναι Ps. Tert. adv. omn. haer. 3 — 15 vgl. über den üdischen Kanon oben haer. 8, 6, 1ff; S. 191, 9ff — 21 vgl. Irenaeus adv. haer. I 26, 2; I 213 Harvey et circumciduntur ac perseverant in his consuetudinibus quae sunt secundum legem et Judaico charactere vitae, uti et Hierosolymam adorent quasi sit domus dei u. Eusebius h. e. III 27, 5; S. 256, 16 Schwartz — 21 — S. 330, 4 vgl. die widersprechenden Angaben Irenaeus adv. haer. I 26, 2 = Hippolyt refut. VH 34, 1; S. 221, 9 τὰ δὲ περὶ τὸν Χριστὸν ὁμοίως zm Κη. ρίνθῳ καὶ Καρποκράτει μυθεύουσιν u. Origenes c. Cels. V 61; II 65, 7 ötschau V M) [*](3 αὐτοὺς M 4 ὀνόμασαν M 5 Ναζαρὲθ V 7 διαθήκῃ getilgt V corr 8 γραφία Μ Ι παρ’ Y 9 ὥστερ] καίπερ M Ι οὐδὲ] οὐδὲν M 10 οἱ < Μ 14 ἑβραϊκὴν . . . διάλεκτον aus ἑβραϊκῆ διαλέκτω Vcorr 15 γραφία M 16 στιχήρη V Ι παραλειπόμεναι VM 17 τὰ ἄλλα M 20 vor πεπιστευκέναι ein μὴ getilgt V)

330
στοῦ δὲ οὐκ οἶδ' εἰπεῖν, εἰ καὶ αὐτοὶ τῇ τῶν προειρημένων περὶ Κήρινθον καὶ Μήρινθον μοχθηρίᾳ ἀχθέντες ψιλὸν ἄνθρωπον νομίζουσιν ἤ καθὼς ἡ ἀλήθεια ἔχει διὰ πνεύματος ἀγίου γεγεννῆσθαι ἐκ Μαρίας διαβεβαιοῦνται.

ἔστιν δὲ αὕτη ἡ αἱρεσις ἡ Ναζωραίων ἐν τῇ Βεροιαίων περὶ τὴν Κοίλην Συρίαν καὶ ἐν τῇ Δεκαπόλει περὶ τὰ τῆς Πέλλης μέρη καὶ ἐν τῇ Βασανίτιδι ἐν τῇ λεγομένῃ Κωκάβῃ, Χωχάβῃ δὲ Ἑβραϊστὶ λεγομένῃ.

ἐκεῖθεν γὰρ ἡ ἀρχὴ γέγονε, μετὰ τὴν ἀπὸ τῶν Ἱεροσολύμων μετάστασιν πάντων τῶν μαθητῶν ἐν Πέλλῃ ᾠκηκότων, Χριστοῦ φήσαντος καταλεῖψαι τὰ Ἱεροσόλυμα καὶ ἀναχωρῆσαι χωρῆσαι δι’ ἥν ἤμελλε πάσχειν πολιορκίαν. καὶ ἐκ τῆς τοιαύτης ὑποδέσεως τὴν Περαίαν οἰκήσαντες ἑκεῖσε, ὡς ἔφην, διέτριβον. ἐντεῦθεν τεῦθεν κατὰ τοὺς Ναζωραίους αἵρεσις ἴσχεν τὴν ἀρχήν.