Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Εὕροις δ' ἄν, ὦ φιλολόγε, καὶ τούτων τὴν ὑπόθεσιν ἐντυχὼν τοῖς τοῦ Φίλωνος ὑπομνήμασιν ἐν τῇ περὶ Ἰεσσαίων αὐτοῦ ἐπιγραφομένῃ βίβλῳ, ὡς τούτων τὴν πολιτείαν καὶ τὰ ἐγκώμια διεξιὼν καὶ τὰ αὐτῶν μοναστήρια ἐν τῇ κατὰ τὴν Μάρειαν λίμνην ἱστορῶν περιοικίδι οὐ περί τινων ἑτέρων ὁ ἀνὴρ ἱστόρησεν, ἀλλὰ περὶ Χριστιανῶν.

οὗτος γὰρ γενόμενος ἐν τῇ χώρᾳ Μαρεῶτιν δὲ τὸν τόπον καλοῦσι) καὶ καταχθεὶς παρ' αὑτοῖς ἐν τοῖς κατὰ τὸν χῶρον τοῦτον μοναστηρίοις ὠφέληται.

ἐν ἡμέραις γὰρ τῶν Πάσχων ἐκεῖ γενόμενος, τάς τε αὐτῶν πολιτείας ἐθεάσατο καὶ ὥς τινες ἑβδομάδα τὴν ἀγίαν τῶν Πάσχων ὑπερτιθέμενοι διετέλουν, ἄλλοι δὲ διὰ δύο ἐσθίοντες, ἄλλοι δὲ καὶ καθ' ἑσπέραν. ἠν δὲ πάντα ταῦτα τῷ ἀνδρὶ πεπραγματευμένα εἰς τὴν περὶ πίστεώς τε καὶ πολιτείας τῶν Χριστιανῶν ὑπόθεσιν.

ὡς οὖν τότε ἐκαλοῦντο Ἰεσσαῖοι ἐπ’ ἀλίγῳ χρόνῳ μετὰ τὴν ἀνάληψιν τοῦ σωτῆρος καὶ Μάρκου τῇ τῶν Αἰγυπτίων χώρᾳ κηρύξαντος κατὰ τοὺς χρόνους τούτους τινὲς ἐξεληλύθασι πάλιν, τῶν ἀποστόλων δῆθεν ἀκόλουθοι, λέγω δὲ οἱ ἐνταῦθά μοι δηλούμενοι Ναζωραῖοι, ὄντες μὲν κατὰ τὸ γένος Ἰουδαῖοι καὶ τῷ νόμῳ προσανέχοντες καὶ περιτομὴν κεκτημένοι,

άλλ΄ ὥσπερ άπὸ σκοποῦ τινες θεασάμενοι πῦρ καὶ μὴ νοήσαντες δι' ἥν αἰτίαν οἱ τὴν πυρὰν ταύτην ἐξάψαντες ἢ [*](2 ff gemeint ist Philo de vita contemplativa ; Epiph. ützt jedoch nur den Bericht bei Eusebius h. e. II 16, 2 ff; S. 140, 23 ff Schwartz. — Zu Ἰεσαῖοι vgl. auch Nilus de mon. exercit. 3; Migne 79, 721 A/B Ἰουδαίων δὲ ὅσοι τοῦτον ἐτίμησαν τὸν βίον εἰσὶ μὲν τοῦ Ἰωναδὰβ ἀπόγονοι, πάντας δὲ τοὺς ὡσαύτως βιοῦν ἐθέλοντας προσιέμενοι εἰς τὴν αὐτὴν ἐνάγουσι πολιτείαν,’ ἐν σκηναῖς κατοικοῦντες διὰ παντὸς οἴνου τε καὶ πάντων τῶν πρὸς τὸ ἁβροδίαιτον ἀπεχόμενοι καὶ δίαιταν ἔχοντες εὐτελῆ καὶ τῇ χρείᾳ συμμεμετρημένην τοῦ σώματος. σφόδρα μὲν οὖν ἀπιμελοῦνται τῆς ἠθικῆς ἕξεως, θεωρίᾳ δὲ τὰ πολλὰ παραμένουσιν, ὅθεν καὶ Ἰεσσαῖοι κα· λοῦνται, αὐτοὺς λογίους δηλοῦντος τοῦ ὀνόματος — 3f vgl. Eusebius h. e. 11 17, 2 S. 142, 5 ff Schwartz u. 17, 18; S. 150, 3 ff — 8 — 13 zusammengesetzt aus Eusebius h. e. n 17, ff; S. 148, 13ff Schwartz u. 17, 21f; S. 152, 1ff — 14 ff vgl. Eusebius h. e. II 16, 1; S. 140, ff Schwartz u. 17, 2; S. 142, 8 ff ἐκθειάζων τε καὶ σεμνύνων τοὺς κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἐβραἰων ὡς ἔοικε γεγονότας ταύτῃ τε ἰουδαϊκώτερον τῶν παλαιῶν ἔτι τὰ πλεῖστα διατηροῦντας Μῶν V M) [*](1 τούτου V 3 ὅς aus ὡς Vcorr 4 Μαρίαν VM 5 vor περὶ2 ein καὶ getilgt V corr 6 Μαρεῶτιν *] Μαρεώτην VM 8 τῶν πάσχα M 9 καὶ < M 11 Μ’, θ aus τ Vcorr 14 ἐπὶ M 18 νόμῳ + δὲ V Ι προσέχοντες M)

327
εἰς ἣν χρησιμότητα τοῦτο ποιοῦσιν, ἢ τὰ τῆς ζωῆς ἑαυτῶν ὀψώνια πρὸς ἐδωδὴν διὰ τῆς πυρᾶς κατασκευάζοντες ἢ ἐπὶ ἀφανισμῷ τινων καυστικῶν ξύλων ἢ φρυγάνων τῶν ὑπὸ πυρὸς εἰωθότων ἀναλίσκεσθαι, οὕτω καὶ αὐτοὶ μιμησάμενοι πῦρ ἀνάψαντες ἑαυτοὺς ἐνέπρησαν.

ἀκούσαντες γὰρ μόνον ὄνομα Ἰησοῦ καὶ θεασάμενοι τὰ θεοσήμεια τὰ διὰ τῶν χειρῶν τῶν ἀποστόλων γινόμενα καὶ αὐτοὶ εἰς Ἰησοῦν πιστεύουσιν. γνόντες δὲ αὐτὸν ἐν Ναζαρὲτ ἐν γαστρὶ συλληψθέντα καὶ ἐν οἴκῳ Ἰωσὴφ ἀνατραφέντα καὶ διὰ τοῦτο ἐν τῷ εὐαγγελίῳ Ἰησοῦν τὸν Ναζωραῖον καλεῖσθαι, ὡς καὶ οἱ ἀπόστολοί φασιν Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἔν τε σημείοις καὶ τέρασι« καὶ τὰ ἑξῆς, τοῦτο τὸ ὄνομα ἐπιτιθέασιν ἑαυτοῖς τοῦ καλεῖσθαι Ναςωραίους — οὐχὶ Ναζιραίους, τὸ ἑρμηνευόμενον ἡγιασμένους.

τοῦτο γὰρ τοῖς τὸ παλαιὸν πρωτοτόκοις καὶ θεῷ ἀριερωθεῖσιν ὑπῆρχεν τὸ ἀξίωμα, ὧν εἷς ὑπῆρχεν ὁ Σαμψὼν καὶ ἄλλοι μετ’ αὐτὸν καὶ πρὸ αὐτοῦ πολλοί , ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς τῶν αὐτῶν ἀφηγιασμένων τῷ θεῷ καὶ αὐτὸς εἷς ὑπῆρχεν· »οἶνον γὰρ καὶ σίκερα οὐκ ἔπινεν«· ὡρίζετο γὰρ τοῖς τοιούτοις αὕτη ἁρμόδιος τῷ ἐφιώματι ἡ πολιτεία.