Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Δέδια δὲ καθ’ ἑκάστην ὑπόθεσιν λέξεως, † ὡς ταύτην τὴν † ὑπόθεσιν ποιοῦμαι, παρακινούσης με τῆς ἀληθείας τὰς ἐν αὐτῇ τῇ λέξει θεωρίας ὑποφαίνειν, διὰ τὸ μὴ πολὺ πλάτος περιποιήσασθαι τῇ συντάξει τῆς διηγήσεως.

τοῦ γὰρ κυρίου φήσαντος τῷ Δαυίδ »ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου« καὶ ὅτι »ὥμοσε κύριος τῷ Δαυὶδ καὶ οὐ μεταμεληθήσεται« δῆλον ὡς ἡ τοῦ θεοῦ ἀμετάθετός ἐστιν ἐπαγγελία.

καὶ πρῶτον μὲν ὅτι ὅρκος παρὰ θεῷ τί ἐστιν ἀλλ' ἢ τό »κατ' ἐμαυτοῦ ὤμοσα λέγει κύριος«; »οὐ γὰρ κατὰ μείζονος ἔχει ὅρκον ὁ θεός«· ἀλλὰ οὐδὲ ὄμνυσι τὸ θεῖον, εἰς παρά- στασιν δὲ βεβαιώσεως ὁ λόγος ἔχει τὴν δύναμιν. μεθ’ ὅρκου γὰρ ὤμοσε κύριος τῷ Δαυὶδ ἐκ καρποῦ τῆς κοιλίας θήσειν ἐπὶ τὸν θρόνον αὐτοῦ.

μαρτυροῦσι δὲ οἱ ἀπόστολοι ὅτι ἐκ σπέρματος τοῦ Δαυὶδ ἔδει τὸν χριστὸν γεννηθῆναι, ὡς καὶ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστός· παρήσω δὲ τὸ πλῆθος τῶν μαρτυριῶν, ἵνα μὴ εἰς πολὺν ὄγκον ἀγάγω τὸν λόγον, ὥς γε προεῖπον.

εἴποι δ’ ἄν τις ἴσως· τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ τοῦ θρόνου Δαυὶδ οὐ καθέζεται; »ἡλθον« γάρ φησι τὸ εὐαγγέλιον χρῖσαι αὐτὸν εἰς βασιλέα, καὶ γνοὺς ἀνεχώρησε« »καὶ ἐκρύβη ἐν Ἐφραὶμ πόλει τῆς ἐρήμου«.

φθάσαντες δὲ ἐπὶ τὸν τόπον τοῦ ῥητοῦ τούτου καὶ ἐρωτώμενοι περὶ τῆς μαρτυρίας ταύτης καὶ τῆς ὑποθέ- [*](2 zu Ἰεσσαῖοι vgl. unten S. 325, 21 ff — 2f vgl. Act. 11, 26 — 7 Psal. 131, 11 — 11 Psal. 131, 11 — 12 Psal. 109, 4 — 13 f vgl. Hebr. 6, 17 — 15 Gen. 22, 16 — 15 f vgl. Hebr. 6, 13 — 23 vgl. Rom. 1, 3 — 25 vgl. Job. 6, 15 — 26 Job. 11, 54 V M) [*](2 καὶ < V 8 δέδια δὲ] διὰ δὲ M. Ι † ὡς] lies etwa μὴ εἰς πολὺ μῆκος ἐλάσω τὴν πραγματείαν· διὸ > ως * 9 † ὑπόθεσιν] ὑπόμνησιν aus ὑπόθεσιν Vcorr; ricbtiger etwa ὑφήγησιν * 14 τις Μ 16 ὁ < V 17 ὁ < Μ 19 τοῦ < Μ 20 ὡς *] ὥσπεροῦν aus ὃς Vcorr ὃς M 20 f καὶ < V 21 vor Χριστός + ὁ M 27 πόλιν M Ι ἡμεῖς binter δὲ hineingeflickt Vcorr 28 ἠρωτημένοι Μ)

323
σεως, ὅτι τίνι τῷ λόγῳ κατὰ τὸ σαρκικὸν οὐ πεπλήρωται ἐπὶ τὸν σωτῆρα τὸ καθίσαι ἐπὶ θρόνον Δαυίδ ἐνομίσθη γὰρ τοῦτό τισι μὴ πεπληρῶσθαι), ὅμως ὡς ἔστιν ἐροῦμεν. οὐδεμία γὰρ λέξις τῆς ἁγίας τοῦ θεοῦ γραφῆς διαπίπτει.