Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Ἀλλὰ ταῦτα μὲν τότε ἐπραγματεύθη κινηθέντα ὑπὸ τοῦ προειρημένου ειρημένου ψευδαποστόλου Κηρίνθου, ὡς καὶ ἄλλοτε στάσιν αὐτός τε καὶ οἱ μετ’ αὐτοῦ ἐργάσαντο ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, ὁπηνίκα Παῦλος ἀνῆλθε μετὰ τίτου καὶ ὡς οὗτος ἔφη ὄτι » ἄνδρας ἀκροβύστους εἰσήνεγκε μεθ’ ἑαυτοῦ«, ἤδη περὶ Τίτου λέγων, »καὶ κεκοίνωκε φησί) τὸν ἅγιον τόπον‘.

διὸ καὶ Παῦλος λέγει »ἀλλ' οὐκὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους. οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερία,’ ἡμῶν ἥν ἔχομεν ἐν Χριστῷ, οἷς οὐδὲ πρὸς κρὸς ὥραν τῇ ὑποταγῇ«· καὶ τοῖς ἐν ἀκροβυστίᾳ παραγγέλλων ἔλεγενε μὴ περιτέμνεσθε·

ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήει« διήρκεσε δὲ ἡ περιτομὴ χρόνῳ ὑπηρετήσασα, ἕως ἡ μείζων περιτομὴ παρεγένετο, [*](P113) τουτέστιν τὸ ·λουτρὸν τῆς παλιγγενεσίας, ὡς παντί τῳ δῆλόν ἐστι καὶ σαφέστερον δείκνυται ἀπὸ τῶν παρὰ τοῖς ἀποστόλοις εἰρημένων, μάλιστα παρὰ τῷ ἁγίῳ ἀποστόλῳ Παύλῳ· φάσκει γὰρ οὕτως »οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ«.

παντὶ δὲ τῷ βουλομένῳ κατανοεῖν τὰ παρὰ τοῖς ἀποστόλοις τότε πεπραγματευμένα θαυμάσαι ἔπεστι, πῶς τὰ παρὰ τῇ αἱρέσει ταύτῃ ἐξ ἐπιπνοίας πνεύματος πλά- [*](14 vgl. Act. 21, 28 — 16 Gal. 2, —5 — 20 Gal. 5, 2 — 21 f vgl. oben haer. S, 6. 7; S. 192, 17ff — 25 Gal. 2, 5 V M cat. (bis Ζ. 10)) [*](1 ὁ < M 2 τὸ ὕδωρ hinter μὴ cat. 2 — 3 ἀπὸ — ἀρχῆς] κτὲ cat. 4 ὅ τε) ὅτε ὁ M 6 θεοῦ + ὑπῆρχεν cat. 7 ἁγίου < V 14 ἀνῆλθε, ν aus π Vcorr ἀπῆλθε M 15 κεκοἰνωκε aus κεκοινώνηκε V 17 δὲ < M 20 περιτέμωεσθαι, ε Vcorr περιτέμνεσθε Μ 21 ὅτι ἐὰν περιέμνησθε < Μ 22 μείζον M 23 τῳ] τὸ M 25 μάλιστα τι δὲ M Ι οὕτως] οὑτος Dind. Ι οἷς] ὡς Μ 28 ἐπινοίας V)

317
νης ἐνεργηθέντα τὸν χαρακτῆρα ὑποδείκνυσι τῶν διὰ τῶν αἱρέσεων τούτων ἐν τοῖς ἀποστόλοις τὴν κίνησιν ἐργασαμένων.

ἀποστάντων γὰρ τούτων καὶ εἰς ψευδαποστόλους τραπέντων <καὶ> ἄλλους ἀποστειλάντων ὡς καὶ ἤδη προείρηται εἰς τὴν Ἀντιόχειαν ἐν ἀρχῇ καὶ εἰς ἄλλους τόπους, λἐγοντας ὅτι »ἐὰν μὴ περιτμηθῆτε καὶ φυλάξητε τὸν νόμον Μωυσέως, οὐ δύνασθε σωθῆναι«, οὐχ ἡ τυχοῦσα τότε ταραχὴ ἐγένετο ὡς προείρηται.

καὶ οὑτοί εἰσιν οἱ παρὰ τῷ ἀποστόλῳ Παύλῳ εἰρημένοι »ψευδαπόστολοι, ἐράται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ«.