Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἐκπέπτωκε δὲ καὶ οὑτος, ὡς ὁρᾶτε πάντες οἱ τῆς ἀληθείας ἐρασταί. φάσκει γὰρ τὸν τὸν νόμον δεδωκότα οὐκ ἀγαθόν, οὗ τῷ νόμῳ πείθεσθαι δοκεῖ, δῆλον δὲ ὅτι ὡς ἀγαθῷ.

πῶς οὖν ὁ πονηρὸς τὸν ἀγαθὸν νόμον δέδωκεν; εἰ γὰρ καλὸν τὸ μὴ μοιχεύειν καὶ καλὸν τὸ μὴ φονεύειν; πόσῳ γε μᾶλλον ὁ ἐντειλάμενος βελτίων εἴη, ἐάν γε ὁ μὴ πράξας ἀγαθὸς ὁμολογῆται· πῶς δὲ κατηγορηθήσεται κακὰ πράττων ὁ τὸ ἀγαθὸν συμβουλεύων καὶ ἀγαθὸν διδοὺς νόμον; ἀλλὰ μανιώδης ὁ ἀνὴρ τοιούτοις ἐγχειρῶν.

οὑτος δέ ἐστιν, ἀγαπητοί, εἷς τῶν ἐπὶ τῶν ἀποστόλων τὴν ταραχὴν ἐργασαμένων, ὅτε οἱ περὶ Ἰάκωβον γεγράφασιν εἰς τὴν Ἀντιόχειαν ἐπιστολήν , λέγοντες ὅτι »ἔγνωμέν τινας ἐξ ἡμῶν πρὸς ὑμᾶς ἐλθόντας καὶ ταράξαντας ὑμᾶς σίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν. τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγενῆσθαι (+ impossiblie enim hoc ei visum est Ir.), γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, καὶ δικαιότερον γεγονέναι καὶ σοφώτερον. καὶ μετὰ τὸ βάπτισμα κατελθεῖν εἰς αὐτὸν ἀπὸ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα καὶ δυνάμεις ἐπτελέσαι, πρὸς δὲ τῷ τέλει ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ καὶ τὸν Ἰηοοῦν πεπαμέναι καὶ ἐγηγέρθαι, τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι πνευματικὸν ὑπάρχοντα [*](1 Tgl. S. 236, 6ff — 12 vgl. I Job. 5, 1 — 23 Act. 15, 24 V M) [*](1 τὴν ἀρχὴν τοῦ κηρύγματος M 1f εἴπο///μεν, ο aus α V corr 4 ἐκ] ἀπὸ M 5 ἑαυτὸν V 6 ἐν τῷ Ἰορδάνῃ nachgetragen Vcorr < M 7 μετ’ αὐτοῦ U] μετ’ αὐτὸν VM 8 ἦλθεν + (angeflickt) ἡ δύναμις Vcorr Ι δύναμις < V 14 δωκότα M 15 ἀγαθῷ] ἀγαθὸν M 18 γε] δὲ M Ι ὁμολογεῖταί V ὁμολόγηται Μ 21 vor τὴν ταραχὴν + ὁ V Ι ἐργασαμένων *] ἐργασάμενος V Μ)

315
λόγοις, οἷς οὐ διεστειλάμεθα«·

καὶ οὑτος εἷς ἐστι τῶν ἀντιστάντων τῷ ἁγίῳ Πέτρῳ, ἐπειδὴ εἰσῆλθε πρὸς Κορνήλιον τὸν ἄγιον, ὅτε μετεστείλατο αὐτὸν καταξιωθεὶς ὀπτασίας ἀγγέλου καὶ ὁ Πέτρος ἐδίσταζε καὶ εἶδεν τὸ ὅραμα τῆς ὀθόνης καὶ τὰ ἐν αὐτῇ καὶ ἤκουσε παρὰ κυρίου μηδὲν κοινὸν λέγειν ἢ ἀκάθαρτον.

οὑτος οὑν παρεκίνει περὶ τοῦ Πέτρου ἀνελθότος εἰς Ἱερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς λέγων ὅτι »εἰσῆλθε πρὸς ἀκροβυστίαν ἔχοντας«.

ἐποίησε δὲ τοῦτο Κήρινθος πρὶν ἢ ἐν τῇ Ἀσίᾳ κηρῦξαι τὸ αὐτοῦ κήρυγμα καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον. διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίβολον, δῆθεν ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηράσατο.