Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Οὗτος δὲ πόλιν ἄνω μὲν μίαν ἀρχὴν λέγει καὶ πατέρα τῶν ὅλων καὶ] ἄγνωστον καὶ ἀκατονόμαστον ἵσα τοῖς ἄλλοις εἰσάγειν βούλεται, τὸν δὲ κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ὑπὸ ἀγγέλων γεγενῆσθαι, τῶν πολύ τι ὑπὸ] τοῦ πατρὸς τοῦ ἀγνώστου ὑποβεβηκότων· τούτους γὰρ λέγει ἀποστάντας ἀπὸ τῆς ἄνω δυνάμεως οὕτω τὸν [*](D 63) κόσμον πεποιηκέναι.

Ἰησοῦν δὲ τὸν κύριον ἡμῶν ἀπὸ Ἰωσὴφ λέγει γεγεννῆσθαι, καθάπερ καὶ πάντες ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ἐγεννήθησαν. εἶναι δὲ αὐτὸν ὅμοιον τοῖς πᾶσι, βίῳ δὲ διενηνοχέναι, σωφροσύνῃ τε καὶ ἀρετῇ καὶ βίῳ δικαιοσύνης.

ἐπειδὴ δέ, φηοίν, εὔτονον ἔσχε ψυχὴν παρὰ τοὺς ἄλλους ἀνθρώπους καὶ ἐμνημόνευὲν τὰ ὁραθέντα ὑπ’ αὐτῆς ἄνω, ὅτε ἦν ἐν τῇ περιφορᾷ τοῦ ἀγνώστου πατρός, ἀπεστάλθαι ὑπὸ τοῦ αὐτοῦ πατρός, φησίν, εἰς τὴν αὐτοῦ ψυχὴν δυνάμεις, ὅπως τὰ ὁραθέντα αὐτῇ

ἀναμνημο- [*](5 — 8 vgl. Irenaeus adv. haer. I 25, 1 ; I 204 Harvey = Hippolyt refut. VII 32, 1 ; S. 218, 1ff Wendland Καρποκράτης τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῷ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγενήτου πατρὸς γεγενῆσθαι λέγει Ps. Tert. adv. omn. haer. 3 Carpocrates . . . unam esse dicit virtutem in superioribus principalent, ex hac prolatos angelos atque virtutes, quos distanfes longe a superioribus virtutibus mundum istum in inferioribus partibus condidisse Filastrius haer. 35 ; S. 19, 9 ff Marx Garpoeras . . . et ipse dicens unum principium, de quo principio id est de deo prolationes faetae sunt, inquit, angelorum atque virtutiint : quae autem virtutes deorsum sunt, fecerunt ereaturam istam vislbilem — 10 — S. 302, 1 1 vgl. Irenaeus adv. haer. 1 25, 1 ; I 204 Harvey = Hippolyt refut. VII 32, 1 ff; S. 218, 2ff τὸν γε Ἰησοῦν ἐξ Ἰωσὴφ γεγεννῆσθαι καὶ ὅμοιον τοῖς ἀνθρώποις γεγονότα δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν διαμνημονεῦσαι τὰ ὁρατὰ μὲν αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγενήτου θεοῦ περιφορᾷ καὶ διὰ τοῦτο ὑπ' ἐκεί- νου αὐτ(ῇ) καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφαγεῖν δι’ αὐτῆς δυνηθῇ· ἥν καὶ διὰ πάντων χωρήσασαν ἐν πᾶσί τε ἐλευθερωθεῖσαν εληλυθέναι πρὸς αὐτὸν <καὶ ὁμοίως x00E; τὰ ὅμοια αὐτῇ ἀσπαζομένην — 15 15f vgl. Phaedr. 246 ff V M) [*](3 καταγνωστικοὶ V 5 ἄνω μὲν] ἄνωθεν Μ 6 καὶ] * Ι ἀκατωνόμαστον M Ι εἰσάγειν < M 7 βουλόμενος aus βούλεται Vcorr 7 f γεγεννῆ- /////////// σθαι M 8 ὑπὸ] * Ι τοῦ2 < Μ Ι ὑπερβεβηδότων Μ 14 φησίν < M)

302
νεύσασα καὶ ἐνδυναμωθεῖσα φύγῃ τοὺς κοσμοποιοὺς ἀγγέλους ἐν τῷ διὰ πάντων χωρῆσαι τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ πράξεων τῶν ὑπὸ τῶν ἀνθρώπων γινομένων καὶ ἐν παραβύστῳ ἀτόπων ἔργων καὶ ἀθεμίτων,

καὶ ὅπως διὰ πασῶν τῶν πράξεων ἐλευθερωθεῖσα ἡ αὐτὴ ψυχή, φησί, τοῦ Ἰησοῦ ἀνέλθῃ πρὸς τὸν αὐτὸν πατέρα τὸν ἄγνωστον, τὸν δυνάμεις αὐτῇ ἀποστείλαντα ἄνωθεν, ἴνα διὰ πασῶν τῶν πράξεων χωρήσασα καὶ ἐλευθερωθεῖσα διέλθοι πρὸς αὐτὸν ὄνω.

οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ὁμοίας αὐτῇ ψυχάς, <τὰς> τὰ ἵσα αὐτῇ ἀσπασαμένας, τὸν αὐτὸν τρόπον ἐλευθερωθείσας ἄνω πτῆναι πρὸς τὸν ἄγνωστον πατέρα, ἐν τῷ τὰς πάσας πράξεις πραξάσας ὁμοίως <τε>

τῶν πάντων ἀπαλλαγείσας λοιπὸν ἐλευθερωθῆναι. τὴν τὴν ψυχὴν τοῦ Ἰησοῦ ἐν τοῖς τῶν Ἰουδαίων ἔθεσιν ἀνατραφεῖσαν καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δἰ ὧν τὰ ἐπὶ κολάσεσι πάθη προσόντα τοῖς ἀνθρώποις δυνηθεῖσα † πρᾶξαι ὑπερβῆναι τοὺς κοσμοποιοὺς ἴσχυσεν.

οὐ μόνον δὲ αὐτὴν τὴν Ψυχὴν τοῦ Ἰησοῦ τοῦτο δεδυνῆσθαι, ἀλλὰ καὶ τὴν δυναμένην διὰ <πασῶν> τῶν χωρῆσαι ὑπερβῆναι τοὺς κοσμοποιοὺς αὐτοὺς ἀγγέλους· καὶ αὐτὴ ἐὰν λάβῃ δυνάμεις καὶ τὰ ὅμοια πράξῃ, * καθάπερ ἡ τοῦ Ἰησοῦ, ὡς προεῖπον.

ὅθεν εἰς τῦφον μέγαν οὗτοι ἐληλακότες οἱ ὑπὸ τοῦ [*](11 — 19 vgl. Irenaeus adv. haer. I 25, If; I 205 Harvey = Hippolyt refut. VII 32, 2f ; S. 218, 10 ff Wendland τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκη- μένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι’ ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις. τὸν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δινομένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων ὁμοίιος λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια — 19 — S. 303, 12 vgl. Irenaeus adv. haer. I 25, 2; I 205 Harvey = Hippolyt refut. VII 32, 3f; S. 218, 15ff Wendland διὸ καὶ εἰς τοῦτο τὸ τῦφος κατεληλύθασιν, ὥστε αὐ]τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ, τοὺς δὲ καὶ ἔτι <κατά τι> δυνατωτέρους, τινὰς δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων· τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι τοῦ Ἰησοῦ. τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας παρούσας καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν διὰ] τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθίς εἰς τὸ αὐτὸ χωρῆσαι· εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν s. auch Tertullian de anima 23 V Μ) [*](3 ἀνθρώπων] ἀγγέλων M 4 — 7 ἐλευθερωθεῖσα — πράξεων < M 8 > * 10 πραφάσας < Μ Ι > * 14 δυνηθεῖσα *] δυνηθεὶς VM Ι † πρᾶξαι] lies wohl καταργῆσαι *, vgl. Hippolyt 16 δυναμένην + > ül. Ι 003E; * 17 χωρῆσαι *] χωρήσασαν VM 18 * ἄνω > * Ι ἡ < V 19 μέγα V)

303
ἀπατεῶνος τούτου ἀπατηθέντες ἑαυτοὺς προκριτέους ἡγοῦνται καὶ αὐτοῦ τοῦ Ἰησοῦ.

ἄλλοι δὲ ἐξ αὐτῶν οὐκ Ἰησοῦ φασιν, ἀλλὰ Πέτρου καὶ Ἀνδρέου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων ἑαυτοὺς ὑπερ- φερεστέρους εἶναι διὰ τὴν ὑπερβολὴν τῆς γνώσεως καὶ τὸ περισσοτερον τῆς διαπράξεως διαφόρων διεξόδων· ἄλλοι δὲ ἐξ αὐτῶν φάσκουσι μηδὲν διενηνοχέναι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

αἱ γὰρ ψυχαὶ ἐκ τῆς αὐτῆς περιφορᾶς εἰσι καὶ ὁμοίως κατὰ τὴν τοῦ Ἰησοῦ πάντων καταφρόνησιν ποιησάμεναι * καὶ <γὰρ> αἱ πᾶσαι, φησί, τῆς αὐτῆς δυνάμεως ἠξιώθησαν ἡς καὶ ἡ τοῦ Ἰησοῦ ἠξίωται· διὸ καὶ ταύτα > φασὶ χωρεῖν διὰ πάσης πράξεως, καθάπερ ἀμέλει καὶ ἡ τοῦ Ἰησοῦ διελήλυθεν. εἰ δὲ καί τις πάλιν δυνηθείη ὑπὲρ τὸν Ἱησοῦν καταφρονῆσαι, διαφορώτερος ἔσται αὐτοῦ.