Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Καὶ τὰ μὲν βιβλία αὐτῶν πολλά. ἐρωτήσεις γάρ τινας Μαρίας ἐκτίθεται, ἄλλοι δὲ εἰς τὸν προειρημένον Ἰαλδαβαὼθ εἰς ὄνομα τε τοῦ Σὴθ πολλὰ βιβλία ὑποτίθενται· ἀποκαλύψεις δὲ τοῦ Ἀδὰμἄλλα λέγουσιν, εὐαγγέλια δὲ ἕτερα εἰς ὄνομα τῶν μαθητῶν συγγράψασθαι τετολμήκασιν, αὐτὸν δὲ τὸν σωτῆρα ἡμῶν καὶ κύριον Ἰησοῦν Χριστὸν οὐκ αἰσχύνονται λέγειν ὅτι αὐτὸς ἀπεκάλυψε ταύτην τὴν αἰσχρουργίαν.

ἐν γὰρ ταῖς ἐρωτήσεσι Μαρίας καλουμέναις μεγάλαις εἰσὶ γὰρ καὶ μικραὶ αὐτοῖς πεπλασμέναι) ὑποτίθενται αὐτὸν αὐτῇ άποκαλύπτειν, παραλαβόντα αὐτὴν εἰς τὸ ὄρος καὶ εύξάμενον καὶ ἐκβαλόντα ἐκ τῆς πλευρᾶς αὐτοῦ γυναῖκα καὶ ἀρξάμενον αὐτῇ ἐγκαταμίγνυσθαι, καὶ οὕτως δῆθεν τὴν ἀπόρροιαν αὐτοῦ μεταλαβόντα δεῖξαι ὅτι »δεῖ οὕτως ποιεῖν, ἵνα ζήσωμεν«,

καὶ ὡς τῆς Μαρίας ταραχθείσης καὶ πεσούσης χαμαὶ αὐτὸν πάλιν αὐτὴν ἐγείραντα εἰπεῖν αὐτῇ

»ἵνα τί ἐδίστασας, ὀλογόπιστε;« καί φασιν ὅτι τοῦτό ἐστι τὸ εἰρη- [*](1 Matth. 11, 11 — 11 ff ἐρωτήσεις Μαρίας, cremeint ist Maria Magdalena; ein Buch dieses Titels ist bis jetzt noch nicht aufgefunden vgl. C. Schmidt, Koptischgnostische Schriften S. XVUI u. Philotesia für P. Kleinert S. 218 — Ἰαλδαβαὼθ haer. 25, 3,5; S. 270, 11 f — Σὴθ vgl. haer. 39, 5, 1 (Sethianer) βίβλοι·ς δέ τινας συγγράφοντες ἐξ ὀνόματος μεγάλων ἀνδρῶν, ἐξ ὀνόματος μὲν Σὴθ ἑπτὰ λέγοντες εἶναι βίβλους u. haer. 40, 7, 4 (Archontiker) ᾡ δὴ καὶ βίβλοι·ς τινὰς ἐξετύπωσαν εἰς ὄνομα αὐτοῦ τοῦ Σὴθ γεγραμμένας, παρ' αὐτοῦ αὐτὰς δεδόσθαι λέγοντες, ἄλλας δὲ εἰς ὄνομα αὐτοῦ καὶ τῶν ἑπτὰ υἱῶν αἰτοῦ — Ἀδὰμ, Adamapokalypsen nur hier bezeugt — 24 vgl. Matth. 14, 31; dazu das Apokrj-phon Johannis (C. Schmidt in Philotesia ür P. Kleinert S. 319) » Johannes icesicegcn zweifelst du . . . doch sei nicht äubig« V M) [*](3 zu αὐτὸς am Rande nachgetragen ὁ σωτὴρ V corr Ι ἀπὸ *] ὑπὸ V M 5 ἐν < V 7 * etwa < μικρότερος αἰτοῦ ἐφαίνετο> * 8 ὢν] ἦν M τοῦτο M Ι εὔδηλον M 10 μεταπεποιημένα M 13 τε *] δὲ V M 14 ἄλλας V; lies wohl ἄλλοι φέρουσιν * 21 μεταλαβόντα, μετα oben über V corr 22 δεῖ oben drüber Vcorr 24 vor τοῦτο + καὶ)

285
μένον ἐν τῷ εὐαγγελίῳ, ὅτι »εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, τὰ ἐπουράνια πῶς πιστεύσετε;« καὶ τό »ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον«. τουτέστιν τὴν άπόρροιαν μεταλαμβανομένην ὅθεν καὶ ἐξῆλθεν,

καὶ τὸ εἰπεῖν »ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἱμα« καὶ τῶν μαθητῶν ταρασσομένων καὶ λεγόντων »τίς δύναται τοῦτο άκοῦσαι;« φασὶν ὡς περὶ τῆς αἰσχρότητος ἠν ὁ λόγος.

διὸ καὶ ἐταράχθησαν καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω· οὔπω γὰρ ἠσαν, φησίν, ἐν πληρώματι ἐστερεωμένοι.

καὶ τὸ εἰπεῖν τὸν Δαυίδ »ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ« περὶ τῆς αἰσχρότητος τοῦ άνδρός, φησί, λέγει. »ἐπὶ τὴν ἔξοδον τῶν ὺδάτων« καί »ὃ τὸν καρπὸν αὐτοῦ δώσει« τὴν τῆς ὴδονῆς ἀπόρροιαν, φησί, λέγει· καί »τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσται«, ὅτι οὐχ ἐῶμεν, φησίν, αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ αὐτοὶ αὐτὸ ἐσθίομεν