Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Καὶ εὐθὺς ἐπιστομίζονται οἱ τοιοῦτοι ἀπ’ αὐτῆς τῆς ἀληθείας. ἐκ γὰρ τῶν συνεζευγμένων ἑκάστῃ λέξει ἀναφανδὸν ἡ ἀλήθεια δειχθήσεται καὶ τὸ ἐχέγγυον τῆς φράσεως ἀποδοθήσεται.

εἰ μὲν γὰρ ὁ Ἰωάννης μαλακὰ ἠμφίεστο καὶ ἐν οἴκοις βασιλέων ὑπῆρχεν, ὀρθὴ ἂν πρὸς αὐτὸν ἡ λέξις καὶ εύθεῖα πρὸς ἔλεγχον τοῦ αὐτοῦ ὑπῆρχεν· εἰ δὲ <λέγει> »τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον Ι ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον;‘ καὶ οὐχ οὕτως εἶχεν, οὐκέτι τὸ ἔγκλημα ἐπὶ τὸν οὐ μαλακὰ φοροῦντα Ἰωάννην τοῦ λόγου ἐπενεκτέον, ἀλλὰ ἐπὶ τοὺς οὕτως εὑρήσειν τὸν Ἰωάννην νομίσαντας καὶ ὑπὸ τῶν ἔνδον ἐν οἴκοις βασιλέων πολλάκις κατὰ ὑπόκρισιν κολακευομένους ἡ ἀναγωγή.

ἐνόμιζον γὰρ οὑτοι ἐξερχόμενοι καὶ παρὰ Ἰωάννῃ ἐπαίνους εὑρίσκειν καὶ μακαρισμοὺς ἐπὶ τοῖς ὑπ’ αὐτῶν καθ' ἑκάστην ἡμέραν γινομένοις παραπτώμασιν.

ὡς δὲ οὐχ ηὑρου, ἀνατρεπτικῶς παρὰ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἴρηται ὅτι »τί ἐνομίζετε εὺρίσκειν; συμπεριφερόμενον τοῖς ὑμῶν πάθεσιν ἄνθρωπον, ὡς κατὰ τοὺς μαλακὰ φοροῦντας; οὐχ οὕτως· οὐ γάρ ἐστιν Ἰωάννης κάλαμος σαλευόμενος γνώμαις ἀνθρώπων, ὡς δονούμενος κάλαμος ὑπὸ ἑκάστης ἀνέμων ἐξουσίας «

[*](5 Matth. 11, 7 — 10 Matth. 11, 11 G Μ)[*](2 ἔχει am Rande nachgetragen V corr 3 ݲ, ν aus ρ hergestellt V corr πατρὸς M Ι τοῦ 2 < M 4 φασίν Μ 6 φασί M Ι ἐνεπνέ///ετο, 1 ausradiert V 11 <καὶ τὰ ἑξῆς> * 13 ἀποστομίζονται M 14 ἡ < 18 <λέγει> * Ι ἐξήλθετε, ε auf Rasur V corr 22 κατὰ] καὶ M Ι ἡ durchgestrichen Vcorr 24 ἐπὶ] ὑπὸ V 25 οὐχ, χ auf Rasur V 26 εἴρηται πρὸς αὐτοὺς M 29 ἀνέμων *] ἀνθρώπων V M Ι ἐξουσίας] am Rande (??) ὑποκρίσεως καὶ ἀπάτης V corr)
284

ἐπειδὴ δὲ εἶπεν »ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστι μείζων Ἰωάννου«, ἵνα μή τινες νομίσωσι καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα εἶναι τὸν Ἰωάννην, ὅτι καὶ αὐτὸς ἀπὸ γυναικὸς ἐγεννήθη τῆς Μαρίας τῆς άειπαρθένου διὰ πνεύματος ὰγίου, ἀσφαλιζόμενος ἡμᾶς ἴφη ὅτι ὁ μικρότερος αύτοῦ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς ἐνσάρκου παρουσίας, μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

ἐπειδὴ γὰρ μετὰ ἑξάμηνον ἐγεννήθη ὁ σωτὴρ τῆς Ἰωάννου γεννήσεως, δῆλον ὅτι *, μείζων αὐτοῦ ὤν· ἠν γὰρ ἀεὶ καὶ ἔστιν. τίνι δὲ τοῦτο οὐ δῆλόν ἐστιν; ἄρα γοῦν ματαίως τὰ πάντα παρ’ αὐτοῖς πεποιήτευται, ἀπὸ ἀγαθῶν εἰς φαῦλα μεταβεβλημένα.