Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Χρῶνται δὲ καὶ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἀπαγορεύουσι δὲ τὸν λαλήσαντα ἐν τῇ παλαιᾷ διαθήκῃ. καὶ ὅταν μὲν ῥῆμα εὕρωσί τι κατ' αὐτῶν δυνάμενον ἔχειν τὸν νοῦν, φασίν, ὅτι τοῦτο ἀπὸ τοῦ πνεύματος τοῦ κοσμικοῦ λελάληται·

ἐὰν δέ τις εἰς ὁμοίωσιν τῆς [*](13 τέλειον πάσχα, vgl. τελεία ἀγάπη in der zu S. 280, 22 ff ührten Hippolytstelle — 23 f vgl. Psal. 1, 3 n. unten S. 285 9 ff V M) [*](2 αισθοντες, ε V corr ἐσθίοντες M Ι προληABBREVφθῇ, μ ausradiert V Ι am Rande nachgetragen V corr 3 αὐτῶν] * 6 ἐκτρωθὲν am Rande nachgetragen V corr < M Ι ὑπέρι M 7 ἐμπαρμίξαντες M Ι πίπερι M 9 * * 10 οὕτω M 11 ἐνεπη|χθημεν, αι V corr 15 ff τῆς ἑαυτῶν αἰσχροτητος τῆ ἀπορροία aus τῆ ἑαυτῶν αἰσχρότητι τῆς ἀπορροίας hergestellt V corr 16 μεμολυμμένας M 16 f χεῖρας ἔχοντες V 18 * etwa > * δὲ] δι’ M 19 τημελοῦσι] τῆ μελλούσει M 22 τοῦ 2 < M)

283
αὐτῶν ἐπιθυμίας δυνηθείη σχηματίζεσθαι λόγος, οὐχ ὡς ἔστι τὸ ῥῆμα, ἀλλ’ ὡς ἔχει ὁ αὐτῶν ἠπατημένος νοῦς, τοῦτον μετασκευάζοντες εἰς τὴν ἑαυτῶν ἐπιθυμίαν φάσκουσιν ἐκ τοῦ πνεύματος τοῦ τῆς ἀληθείας λελαλῆσθαι.

καὶ τοῦτό ἐστι, φησίν, ὅ εἰπεν ὁ κύριος περὶ Ἰωάννου »τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;« ὅτι οὐκ ἦν, φησί, τέλειος ὁ Ἰωάννης· ἐνεπνέετο γὰρ ὑπὸ πολλῶν πνευμάτων κατὰ τὸν κάλαμον τὸν ἐπὶ ἑκάστῳ ἀνέμῳ κινούμενον.

καὶ ὅτε μὲν ἤρχετο τὸ πνεῦμα τοῦ ἄρχοντος, Ἰουδαϊσμὸν ἐκήρυττεν· ὅτε δὲ τὸ πνεῦμα τὸ ἅγιον, περὶ Χριστοῦ ἐλάλει. καὶ τοῦτό ἐστι, φησίν, ὅτι »ὁ μικρότερος ἐν τῇ βασιλείᾳ καὶ <καὶ τὰ ἑξῆς>«. περὶ ἡμῶν, φησίν, εἶπεν, ὅτι ὁ ἐν ἡμῖν μικρότερος μείζων αὐτοῦ ὑπάρχει.