Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Παρελεύσομαι δὲ εἰς τὸν οἶκον τοῦ βυθοῦ τῆς θανατώδους αὐτῶν διηγήσεως (διάφορος γὰρ παρ' αὐτοῖς ἡ τῆς ἡδονῆς κακοδιδασκαλία), ὅτι πρῶτον μὲν κοινὰς τὰς ἑαυτῶν γυναῖκας ἔχουσι.

καὶ εἴ τις ξένος παραγένοιτο τοῦ αὐτῶν δόγματος, σημεῖόν ἐστι παρ' αὐτοῖς ἀνδρῶν πρὸς γυναῖκας καὶ γυναικῶν πρὸς ἄνδρας, Ι ἐν τῷ P 86 ἐκτείνειν τὴν χεῖρα, δῆθεν εἰς ἀσπασμόν, ὑποκάτωθεν τῆς παλάμης Ψηλάφησίν τινα γαργαλισμοῦ ἐμποιεῖν, διὰ τούτου ὑποφαίνοντες ὡς τῆς αὐτῶν θρῃσκείας ἐστὶν ὁ παραγενόμενος.

ἐντεῦθεν λοιπὸν ἐπιγνόντες ἀλλήλους τρέπονται εὐθὺς εἰς ἑστίασιν· δαψιλῆ δὲ τὰ ἐδέσματα κρεοφαγίας καὶ οἰνοποσίας παρατιθέασι, κἄν τε πένητες εἶεν. ἐκ τούτου δὲ συμποσιάσαντες καὶ ὡς ἔπος εἰπεῖν τὰς φλέβας τοῦ κόρου ἐμπλήσαντες ἑυτῶν εἰς οἶστρον τρέπονται.

καὶ ὁ μὲν ἀνὴρ τῆς γυναικὸς ὑποχωρήσας φάσκει λέγων τῇ ἑαυτοῦ γυναικὶ ὅτι »ἀνάστα, ποίησον τὴν ἀγάπην μετὰ τοῦ ἀδελφοῦ«. οἱ δὲ τάλανες μιγέντες ἀλλήλοις καί, ὡς ἐπὶ ἀληθείας αἰσχύνομαι εἰπεῖν τὰ παρὰ τοῖς αὐτοῖς αἰσχρὰ πραττόμενα (ὅτι κατὰ τὸν ἅγιον ἀπόστολον τὰ αύτοῖς γινόμενα αἰσχρόν ἐστι καὶ λέγειν«), ὅμως οὐκ αἰσχυνθῶ λέγειν [*](1 wo? — 5 vgl. Apok. 9, 1 — 13 ff über Erkennungszeichen der Mysten vgl. Firmicus Mat. c. 18; S. 102, 13 ff Halm — 22 ff ff zu ἀγάπη vgl. Hippolyt refut. VI 19, 5; S. 146, 13 (bei den Simonianern) ἀλογίστως φάσκοντες δεῖν μίγνυσθαι, λέγοντες· πᾶσα γῆ γῆ καὶ οὐ διαφέρει ποῦ τις σπείρει, πλὴν ἵνα σπείρῃ, ἀλλὰ καὶ μακαρίζουσιν ἑαυτοὺς ἐπὶ τῇ (ξένῃ) μίξει, ταύτην εἰναι λέγοντες τὴν ἀγάπην — 26 Ephes. 5, 12 V M) [*](2 ὁ τοιοῦτος < M Ι vor οὐ δύναμαι hineingeflickt δι’ ὅπερ V corr 3 Schluß von φονώδη ein ν angeflickt V 4 πτῶμα U] στόμα V M 6 καὶ über V corr 7 βαράθρῳ] βόθρω M 12 διδασκαλία M 14 vor ἐν τῷ + <τὸ< 16 γαργαρισμοῦ V Ι ὑποφαίνοντος M 17 παραγινόμενος M 20 δὲ oben hineingeflickt V corr Ι ὡς ἔπος εἰπεῖν, am Rande nachgetragen V corr < 24 f παρ’ αἰτοῖς M 25 ὅτι vor κατὰ τὸν ἅγιον ἀπόστολον *] nachgestellt VM 25 f παρ' αὐτοῖς + τοῖς Μ)

281
ἃ αὐτοὶ ποιεῖν οὐκ αἰσχύνονται, ἵνα κατὰ πάντα τρόπον φρῖξιν ἐργάσωμαι τοῖς ἀκούουσι τὰ παρ' αὐτῶν τολμώμενα αἰσχρουργήματα —

μετὰ γὰρ τὸ μιγῆναι πάθει πορνείας πρὸς ἐπὶ τούτοις άνατείνοντες τὴν ὲαυτῶν βλασφημίαν εἰς οὐρανὸν δέχεται μὲν τὸ γύναιον καὶ ὁ ἀνὴρ τὴν ῥύσιν τὴν ἀπὸ τοῦ ἄρρενος εἰς ἰδίας αὐτῶν χεῖρας καὶ ἵστανται εἰς οὐρανὸν ἀνανεύσαντες, ἐπὶ χεῖρας δὲ ἔχοντες τὴν ἀκαθαρσίαν καὶ εὔχονται δῆθεν,

οἱ μὲν Στρατιωτικοὶ καλούμενοι καὶ Γνωστικοί, τῷ πατρὶ φύσει τῶν ὅλων προσφέροντες αὐτὸ τὸ ἐπὶ ταῖς χερσί, καὶ λέγουσιν »άναφέρομέν σοι τοῦτο τὸ δῶρον, τὸ σῶμα τοῦ Χριστοῦ«.

καὶ οὕτως αὐτὸ ἐσθίουσι μεταλαμβάνοντες τὴν ὲαυτῶν αἰσχρότητα καί φασι »τοῦτό ἐστι τὸ σῶμα τοῦ Χριστοῦ καὶ τοῦτό ἐστι τὸ πάσχα, δι' ὃ πάσχει τὰ ἡμέτερα σώματα καὶ άναγκάζεται ὸμολογεῖν τὸ πάθος τοῦ Χριστοῦ«.

ὡσαύτως δὲ καὶ τὸ ἀπὸ τῆς γυναικός, ὅταν γένηται αὐτὴν γενέσθαι ἐν ῥύσει τοῦ αἵματος, τὸ καταμήνιον συναχθὲν ἀπ' αὐτῆς αἷμα τῆς ἀκαθαρσίας ὡσαύτως λαβόντες κοινῇ ἐσθίουσι. καὶ »τοῦτο, φασίν, ἐστὶ τὸ αἱμα τοῦ Χριστοῦ«.