Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

18. Μνημονεύσας δέ τις τῆς ἄνω ἡμῶν ὑποσχέσεως τάχα καὶ ἐπαινέσειεν, ὡς ἡμῶν προαγγειλάντων ὅτι τισὶν αὐτῶν παρετύχομεν, τινὰ δὲ διὰ συγγραμμάτων σγνώκαμεν, τινὰ δὲ δι’ ἐνηχήσεών τε καὶ μαρτυριῶν ἀξιοπίστων ἀνδρῶν δυναμένων ἡμῖν τὴν ἀλήθειαν ὑπο- δεικνύναι, ὡς καὶ ἐνταῦθα φιλαλήθως οὐχ ὑπερβεβήκαμεν τὸν τόπον, ἀλλὰ ἐδείξαμεν ὡς μία ἐστὶν αὕτη τῶν ἡμῖν περιτυχουσῶν αἱρέσεων.

καὶ σαφῶς περὶ ταύτης ἠδυνήθημεν λέγειν ἐξ ὡν μὴ γένοιτο) οὐ πράξαντες, ἀλλὰ μεμαθηκότες ἀκριβῶς <ἐγνώκαμεν> παρὰ τῶν εἰς τοῦτο πειθόντων καὶ μὴ κατισχυσάντων, ἀλλὰ τὴν ἑαυτῶν ἐλπίδα τῆς εἰς ἡμᾶς ἀπωλείας ἀπολεσάντων καὶ μὴ ἐπιτυχόντων τοῦ σκοποῦ τῆς εἰς τὴν τάλαιναν ἡμῶν ψυχὴν ἐπιχειρουμένης ὑπ' αὐτῶν τε καὶ [*](7 vgl. Act. 9, 15 — 19 vgl. oben Prooem. H 2, 4; S. 170, 12ff V Μ) [*](1 κατεγελώμην aus κατεγέλων V corr κατεγελώμην M 1f ἐπισκοπτούσαις Μ 3 εἴ τις M 4 εὐμορφο///τέρα, ο aus ω V 6 τῶν ἀμόρφων V S σὺ δὲ οὐκ ἔσχυσας, nachgetragen Vcorr < M 9 ὄψεως *] πτώσεως VM 12 1 < V Ι αὐτῶν am Rande nachgetragen V corr < M Ι ἐπιστῆναι Μ 15 ὑπεδείξαμεν αὐτοὺς M Ι τὰ) * 15f κεκρυμμένα <M 16 <ὡς> * Ι τοὺς αὐτοὺς] τούτους M Ι ἀπελα///θῆναι, σ ausradiert V 20 παρετύχο///μεν, ο aus ω Vcorr 26 > * 28 ἀπο///λεσάντων, ο aus ω V)

299
τοῦ ἐν αὐτοῖς διαβόλου συσκευῆς,

ὡς καὶ συνῳδὰ ἠμᾶς λέγειν τῷ ἁγιωτάτῳ Δαυίδ ὅτι »βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν‘ καὶ τὰ ἐξῆς, καὶ ὅτι »ἐπιστρέψει ὁ πόνος αὐτῶν εἰς κεφαλὴν αὐτῶν, Ι καὶ ἡ ἀδικία αὐτῶν ἐπὶ κορυφὴν αὐτῶν καταβήσεαι«. ὡς [*](P101) οὑν περιτυχόντες καὶ ἀποδράντες καὶ ἀναγνόντες, γνόντες καὶ καταγνόντες, σωθέντες τε ὑπερβεβήκαμεν, οὕτω καὶ σὲ τὸν ἀναγινώσκοντα παρακαλοῦμεν ἀναγνόντα καὶ καταγνόντα τοῦ * ὑπερβῆναι, εἰς τὸ μὴ ἐμπεσεῖν ἐν τῷ ἰῷ τῆς τῶν ἑρπετῶν τούτων μοχθηρίας.

ἀλλ’ εἰ καί ποτε περιτύχοις τισὶ τῶν ἀπὸ τῆς ὀφιώδους ταύτης σχολῆς, εὐθὺς τὸ ξύλον ἀναλαβὼν τὸ διὰ τοῦ κυρίου ἡμῖν ἑτοιμασθέν, ἐν ᾧ ὁ Ι κύριος ἡμῶν προσεπάγη Χριστός, <καὶ> κατὰ τῆς κεφαλῆς τοῦ ὄφεως εὐθὺς βαλὼν εἴποις ὅτι Χριστὸς ἐσταύρωται ὑπὲρ ἡμῶν, ὑπογραμμὸν ἡμῖν περιλιμπάνων‘ σωτηρίας·

ὅτι οὐκ ἄν ἐσταυροῦτο, εἰ μὴ σάρκα εἶχε. σάρκα δὲ ἔχων καὶ σταυρωθεὶς ἐσταύρωσεν ἡμῶν τὰς ἁμαρτίας. πίστει ἔχομαι τῆς ἀληθείας καὶ οὐχ ὑπάγομαι πλάνῃ τῇ νοθείᾳ τοῦ ὄφεως καὶ παραψιθυρισμῷ τῆς αὐτοῦ διδασκαλίας.