Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

13. Οἱ δὲ Λευῖται παρ' αὐτοῖς καλούμενοι οὐ μίσγονται γυναιξίν, ἀλλὰ ἀλλήλοις μίσγονται. καὶ οὑτοί εἰσιν οἱ προκριτέοι παρ’ αὐτοῖς δῆθεν καὶ ἐπαινετοί. καταγελῶσι δὲ λοιπὸν τῶν τὴν πολιτείαν ἀσκούντων καὶ ἁγνείαν καὶ παρθενίαν ὡς εἰς μάτην τὸν κάματον ἀναδεδεμένων.

προφέρουσι δὲ εἰς ὄνομα Φιλίππου τοῦ ἁγίου μαθητοῦ εὐαγγέλιον πεπλασμένον, ὅτι, φησίν »ἀπεκάλυψέν μοι ὁ κύριος τί τὴν ψυχὴν ξεῖ λέγειν ἐν τῷ ἀνιέναι εἰς τὸν οὐρανὸν καὶ πῶς ἑκάστῃ τῶν ἄνω δυνάμεων ἀποκρίνεσθαι· ὅτι ἐπέγνων ἐμαυτήν, φησί, καί συνέλεξα ἐμαυτὴν ἐκ πανταχόθεν, καὶ οὐκ ἔσπειρα τέκνα τῷ ἄρχοντι, ἀλλὰ ἐξερρίζωσα τὰς ῥίζας αὐτοῦ καὶ συνέλεξα τὰ μέλη τὰ διεσκορπισμένα, καὶ οἶδά σε τὶς ἔ. ἐγὼ γάρ, φησί, τῶν ἄνωθέν εἰμι«. καὶ οὕτως, φησίν, ἀπολύεται.

ἐὰν ἐὰν φησίν, εὑρεθῇ γεννήσασα υἱόν, κατέχεται κάτω ἕως ἂν τὰ ἴδια τέκνα δυνηθῇ ἀναλαβεῖν [*](Ö192) [*](4 Luk. 1, 76 — 6 Luk. 1, 17 — 13ff zum Philippusev. vgl. Pistis Sophia c. 42; S. 44, 19ff Sclmiidt c. 43; S. 45, 12 ff u. Leontius de sectis act. III 2; Migne 86, 1, 1213 C οὑτοι (die ManicMer) καὶ βιβλία τινὰ ἑαυτοῖς καινοτομοῦσι· λέγουσι γὰρ εὐαγγέλιον κατὰ Θωμᾶν καὶ Φίλιππον ἅπερ ἡμεῖς οὐκ ἴσμεν — 14ff vgl. Origenes c. Geis. VI 31; II 100, 28 ff ötschau Pistis Sophia u. die ücher Jeu ärts, dazu die Formeln der Markosier bei Irenaeus I 21, 5; 1 187 Harvey, insbesondere: σχεῦός εἰμι ἔντιμον, μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. εἰ ἡ μήτηρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν καὶ γινώσκω ὅθεν εἰμὶ καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον Σοφίαν κτἑ. — 19 f zu οἶδά σε τίς εἶ vgl. Reitzenstein, Poimandi-es S. 20 <οἶδα τὸ> > ἄνομά σου . . . οἶδά σου καὶ τὰς μορφάς, . . . οἰδά σε, Ἐρμῆ, τις εἶ καὶ πόθεν εἶ — zu ἐγὼ . . . τῶν ἄνωθέν εἰμι vgl. auch die orphischen Formeln αὐτὰρ ἐμοὶ γένος οὐράνιον Diels Vorsokratiker3 66 B 17; II 175, 28 u. a. V Μ) [*](2 τε] τοῦ V Ι τοῦ < V 3 διὰ] ἐκ Μ 5 πρὸ προσώπου] ἐνώπιον M 8 τοῦ αὐτοῦ M 9 καλούμενοι] λεγόμενοι Μ 11 δὲ < M 16 δυνάμεων + >? * 17 ἑαυτὴν Μ Ι ἐκ ausradiert Vcorr 18 ἐξερρίζωσα, zweites ρ oben hinein Vcorr ἐξερίζωσα Μ 20 εὐρεθῆ φησὶ Μ)

293
καὶ ἀναστρέψαι εἰς ἑαυτήν.

καὶ οὕτως ἐστὶ τὰ ληρώδη αὐτῶν καὶ μυθώδη, ὡς καὶ περὶ τοῦ ἁγίου Ἠλία τολμῶσι βλασφημεῖν καὶ λέγειν ὅτι, φησίν, ὅτε ἀνελήφθη, κατεβλήθη πάλιν εἰς τὸν κόσμον.

ἦλθεν γάρ, φησίν, μία δαίμων καὶ ἐκράτησε κοὶ εἰπεν αὐτῷ ὅτι ποῦ πορεύῃ; ἔχω γὰρ τέκνα ἀπὸ σοῦ, καὶ οὐ δύνασαι ἀνελθεῖν καὶ ὡδε ἀφεῖναι τὰ τέκνα σου. καί, φησίν, λέγει· πόθεν ἔχεις τέκνα ἀπ’ ἐμοῦ καὶ ἐγὼ ἤμην ἐν ἁγνείᾳ; λέγει, φησίν· ναί, ὅτε ἐνυπνίοις ἐνυπνιαζόμενος πολλάκις ἐν τῇ ἀπορροίᾳ τῶν σωμάτων ἐκενώθης, ἐγὼ ἤμην ἡ μεταλαβοῦσα ἀπὸ σοῦ τὰ σπέρματα καὶ γεννῶσά σοι υἱούς.

πολλὴ δὲ μωρία τῶν τὰ τοιαῦτα λεγόντων. πῶς γὰρ δύναται δαίμων, πνεῦμα ὢν ἀόρατον καὶ ἀσώματον, >ἀπὸ> σωμάτων μεταλαμβάνειν; εἰ δὲ ἀπὸ σωμάτων μεταλαμβάνει καὶ κυϊσκει, οὐκέτι ἐστὶ πνεῦμα, ἀλλὰ σῶμα. σῶμα δὲ ὤν πῶς πῶς ἐστιν ἀόρατος καὶ πνεῦμα;

καὶ πολλὴ ἀτοπία τῆς αὐτῶν μωρολογίας. βούλονται γὰρ τὴν τὴν αὐτῶν μαρτυρίαν τὴν ἀπὸ τῆς ἐπιστολῆς τοῦ Ἰούδα μᾶλλον εἰς ἑαυτοὺς δῆθεν ἐπάγεσθαι ἐν τῷ λέγειν »καὶ οἱ μὲν ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν«. οὐκ εἶπεν δὲ ὁ μακάριος Ἱούδας ὁ ἀδελφὸς τοῦ κυρίου περὶ ἐνυπνιαζομένων ἐν σώμασιν· εὐθὺς γὰρ ἐπιφέρει καὶ δεικνύει ὅτι περὶ τῶν ἐνυπνιαζομένων * λέγει, τῶν λαλούντων ὡς δί ὀνειράτων τὰ αὐτῶν ῥήματα καὶ οὐκ ἐν ἀνανήψει γρηγορήσεως λογισμῶν.

καὶ γὰρ καὶ περὶ τῶν ἐν Ἱερουσαλὴμ διδασκάλων λέγει Ἠσαίας »πάντες κύνες ἐνεοὶ ἐνεοὶ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι καίτην« καὶ τὰ ἑξῆς, καὶ ὡδε δὲ ἐν τῇ τοῦ Ἰούδα ἐπιστολῇ δείκνυσι λέγων, »[ἐνυπνιαζόμενοι κοίτην,] ἃ οὐκ οἴδασι λέγοντες«. καὶ ἔδειξεν ὅτι οὐ περὶ τῆς ἐνυπνιάσεως τοῦ ὕπνου λέγει, ἁλλὰ περὶ τῆς μυθώδους αὐτῶν τρα- [*](16 Judas 8 — 23 Jes. 50, 10 — 24 vgl. Judas 10 V M) [*](1 ἀναστρέψαι, dazu am Rande ἀνελκύσαι Vcorr Ι αὐτὴν M Ι οὔτως] ταῦτα, auf Rasur V corr 1 f wohl verderbt u. etwa zu lesen: ἐστὶ > τὰ ληρώδη αὐτῶν μυθολογήματα * 3 ἀνελήμφθη, μ durchgestrichen Vcorr 7 ἐνύπνοις M 9 γεννῶσά σοι] γεννώσας M; γεννήσασά γεννήσασά σοι? ül. | δὲ oben hineingeflickt V corr < M 11 ὄν Ι ἀόρατον *] ἀκάθαρτον VM | καὶ1 hinzugesetzt Vcorr I > * Ι μεταλαμβάνων M 13 δὲ ὤν] δεῖν Μ | ἀόρατος*] ἀόρατον VM 14 vor τῆς + ἡ M, ausradiert Vcorr | μωρωλογίας M 18 ὁ2 < Μ 19 ἐν < M Ι σώμασιν, σιν auf Rasur Vcorr Ι ἐπιφέρει, ἐπι auf Rasur Vcorr 20 * etwa <τῇ σιανοιαί}> * 21 ἐν < V 22 διδάσκων Μ 23 ἐνεοὶ] ἐν σοὶ M 24 ἀνυπνιαζόμενοι κοίτην] *, Wiederholung aus Z. 23 26 λέγει τοῦ ὕπνου V)

294
γῳδίας καὶ ληρολογίας, ὡς διὰ ὕπνου λεγομένης καὶ οὐκ ἀπὸ ἐρρω- μένης διανοίας.