Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Πάλιν οὗτοι οἱ Γνωστικοὶ διαφόρως ἀπὸ τούτου φυόμενοι ἠπατημένοι ἄνθρωποι, ὥσπερ ἀπὸ κοπρίας καρποί, ὡς παντί τῳ δῆλόν ἐστι καὶ φωρατὸν πρὸς δοκιμὴν ἀληθείας οὐ μόνον εἴποιμι πιστοῖς ἀλλὰ τάχα καὶ ἀπίστοις, ἐν τῷ κόσμῳ ἐβλάστησαν· τὸ γὰρ Μήτραν καὶ αἰσχρότητα λέγειν καὶ τὰ ἄλλα πῶς οὐχὶ καταγέλαστα φανείη πᾶσιν ἀνθρώποις, » Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις«;

πολλὴ δὲ συμφορὰ καὶ μεγίστη ὡς εἰπεῖν ταλαιπωρία, τοὺς ἐν καταγνώσει καὶ ἐν πλάνῃ ἐπισείεσθαι ὴμῖν τῶν αἱρέσεων ἀρχηγοὺς καὶ ἐπανίστσθαι ὥσπερ κνωδάλων πλῆθος, ὀχλήσεις τε καὶ δυσοδμίας κνισμούς τε καὶ ἐπεντριβὰς ἡμῖν ἐμποιοῦντας διὰ τῆς τοῦ] μυθοποιοῦ πλάνης.

οὑτοι δὲ οἱ τούτῳ τῷ Νικολάῳ συνεζευγμένοι, πάλιν ἀπ' αὐτοῦ ὡς ἀπὸ οὐρίου ᾠοῦ ὄφεως σκορπίοι ἢ ἐξ ἀσπίδων * γεγεννημένοι, τινὰ ἡμῖν παρεισφέρουσι κενοφωνίας ὀνόματα καὶ βίβλους πλάττουσι, Νωρίαν τινὰ βίβλον καλοῦντες, καὶ ἐξ ὑπονοίας Ἑλληνικῆς δεισιδαιμονίας μεταποιοῦντες τὴν παρὰ τοῖς Ἕλλησι μυθώδη ῥαψῳδίαν καὶ φαντασίαν οὕτω τὸ ψεῦδος τῇ ἀληθείᾳ παραπλέκουσι.

ταύτην γάρ φασιν τὴν Νωρίαν εἶναι τοῦ Νῶε γυναῖκα· καλοῦσι δὲ Νωρίαν, ὅπως τὰ Ἑλληνικῶς παρὰ τοῖς Ἕλλησι ῥαψῳδηθέντα αὐτοὶ βαρβαρικοῖς ὀνόμασι μεταποιήσαντες τοῖς ἠπατημένοις παρ' αὐτῶν φαντασίαν ἐργάσωνται, ἵνα δὴ καὶ ἑρμηνείαν ποιήσωσι [*](1 ff mit der Darstellung des Epiph. vgl. insbes. Irenaeus adv. haer. I 30, 1 ff; I 226 ff Harvey Origenes c. Geis. VI 30 ff; II 100, 1 ff ötschau (Hippolyt refut. VII 86, 2 ; S. 223, 3 ff Wendland Filastrius haer. 33, 2 ; S. 18, 5 Marx Ps. Tertullian adv. omn. haer. 2) — 7 f Rom. 1, 14 — 18 vgl, Irenaeus adv. haer. 1 30, 9 ; 1 236 Harvey post quos secundum providentiam Prunici dicunt generatum Seth, post Noream; ex quibus reliqnam midtiiudinem hominum generatam dicunt (hier ist also Noria die Schwester u. Frau des Seth); Filastrius haer. 33, 2; S. 18, 6 Marx sagt, Nikolaiten u. »Gnostiker« zusammenfassend: isti Barhelo venerantur et Noram quandam mulierem V M) [*](1 κατὰ τῶν λεγομένων γνωστικῶν ἕκτη ἡ καὶ ݲ V κατὰ γνωστικῶν τῶν καὶ βορβοριτῶν ςݲ, τῆς δὲ ἀκολουθίας κݲςݲ, οἱ καὶ νικολάου μαθηταί M πικρίας V 5 nach gewöhnlicher Ausdrucksweise des Epiph. wäre ἐν zu 10 ὄχλησις M 11 δυσοσμίαι M | καινισμοὺς M | ἡμῖν < M Ι ἐμποιοῦντες τοῦ] * 14 * etwa <βασιλίσκοι> * 18 φασὶν V φησὶν M 19 καλοῦσιν, auf Rasur V καλεῖσθαι M 21 hinter ἐργάσωνται + ταύτην M ausradiert V corr 21 f καὶ ἑρμηνείαν ποιήσωσι τοῦ τῆς Πύρρας ὀνόματος *] καθ’ ἑρμηνείαν ποιήσωσι τὸ τῆς Πύρρας ὄνομα V M)

276
τοῦ τῆς Πύρρας ὀνόματος, Νωρίαν ταύτην ὀνομάζοντες.

ἐπειδὴ γὰρ νοῦρα ἐν τῇ Ἑβραΐδι πῦρ οὐ κατὰ τὴν βαθεῖαν γλῶσσὰν ἑρμηνεύεται ἀλλὰ Συριακῇ διαλέκτῳ (ἡσὰθ γὰρ τὸ πῦρ παρὰ Ἑβραίοις κατὰ τὴν βαθεῖαν γλῶσσαν), τούτου χάριν αὐτοῖς συμβέβηκε κατὰ ἄγνοιαν καὶ ἀπειρίαν τῷ ὀνόματι τούτῳ χρήσασθαι.

οὔτε γὰρ Πύρρα ἡ παρ' Ἕλλησιν οὔτε Νωρία ἡ παρὰ τούτοις μυθευομένη, ἀλλὰ Βαρθενὼς τῷ Νῶε γέγονε γυνή· (καὶ οἱ Ἕλληνες γάρ φασι τὴν γυναῖκα Πύρραν καλεῖσθαι).

εἶτα τὴν αἰτίαν ὑποτίθενται οὑτοι οἱ τὰ τοῦ Φιλιστίωνος ἡμῖν αὐθις προφερόμενοι, ὅτι πολλάκις βουλομένη μετὰ τοῦ Νῶε ἐν τῇ κιβωτῷ γενέσθαι οὐ συνεχωρεῖτο, τοῦ ἄρχοντος, φησίν, τοῦ τὸν κόσμον κτίσαντος βουλομένου αὐτὴν ἀπολέσαι σὺν τοῖς ἄλλοις ἅπασιν ἐν τῷ κατακλυσμῷ.

αὐτὴν δέ φησιν ἐπικαθιζάνειν ἐν τῇ λάρνακι καὶ ἐμπιπρᾶν αὐτήν, καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον· ὅθεν δὴ εἰς ἔτη πολλὰ ἐλήλακεν ἡ τῆς αὐτοῦ τοῦ Νῶε λάρνακος κατασκευὴ διὰ τὸ πολλάκις αὐτὴν ὑπ' αὐτῆς ἐμπεπῆσθαι.

ἠν γάρ, φησίν, ὁ Νῶε πειθόμενος τῷ ἄρχοντι, ἡ δὲ Νωρία ἀπεκάλυψε τὰς ἄνω δυνάμεις καὶ τὴν ἀπὸ τῶν δυνάμεων Βαρβηλώ, τὴν ὑπεναντίαν τῷ ἄρχοντι, ὡς καὶ αἱ ἄλλαι δυνάμεις, καὶ ὑπέφαινεν ὅτι δεῖ τὰ συληθέντα ἀπὸ τῆς ἄνωθεν Μητρὸς διὰ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος καὶ τῶν ἄλλων τῶν σὺν αὐτῷ θεῶν τε καὶ ἀγγέλων καὶ δαιμόνων συλλέγειν ἀπὸ τῆς ἐν τοῖς σώμασι δυνάμεως, διὰ τῆς ἀπορροίας ἀρρένων τε καὶ θηλειῶν.