Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Προϊὼν δὲ καθεξῆς τὴν τούτῳ συνεζευγμένην αἵρεσιν, ὥσπερ χορτομανήσασαν ὕλην ἢ δάσος ἀκανθῶν πανταχόθεν συνηνωμένων ἢ κατεξηραμμένην ἐν ἀγρῷ πληθὺν ξύλων τε καὶ φρυγάνων εἰς κατάκαυσιν ἑτοιμαζομένην ὑποδείξω, διὰ τὸ τῇ αὐτῇ αἱρέσει τοῦ ἐλεεινοῦ Νικολάου *.

ὥσπερ <γὰρ> δι' ἐγκεντρισμοῦ ἢ ψώρας ἀγρίας ἢ λέπρας ἐξ ὲτέρων σωμάτων ἕτερα σώματα * παραφθείρεσθαι, οὕτως ἀπὸ μέρους <τούτοις> εἰσὶ συνηνωμένοι οἱ λεγόμενοι <Γνωστικοί>, αὐτοῦ Νικολάου καὶ τῶν πρὸ αὐτοῦ <Σίμωνος δέ φημι καὶ ἄλλων) λαβόντες τὰς προφάσεις, Γνωστικοὶ <μὲν> καλούμενοι, δὲ τὸ πᾶν διὰ τὴν ἐν τοῖς πράγμασι τῆς ἀκαθάρτου ἐργασίας αὐτῶν μοχθηρίαν καὶ αἰσχρουργίαν. ὡς ἀληθῶς γὰρ καὶ τοῦτον [*](D 38) πρὸς ὀλίγον ἐγκρατευσάμενον, εἶτα ἀποστάντα τῆς ἐγκρατείας, δίκην ὕδρωπος τοῦ ἑρπετοῦ καλουμένου ἐξ ὑδάτων εἰς γῆν ἀνελθόντος καὶ εἰς ὕδωρ αὐθις ἀναστρέψαντος, καλάμῳ τῷ ἐν χειρὶ δοθέντι Χριστοῦ παίσαντες καὶ ὀλέσαντες ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδίσωμεν.

[*](1 vgl. Röm. 1, 18 — 2 I Kor. 7, 25 — 4 I Kor. 7, 34 — 23 vgl. Matth. 2729 V M)[*](1 * etwa <ἀσέλγειαν> * 5 ἀρέσει, ει aus η V ἀρέση M Ι τῷ vor υ, πνεύματι 7 γὰρ] δὲ M 7 f ἐκ τῶν] διὰ auf Rasur, τῶν oben übergesetzt Tcorr ἐκ u. < τῶν M 9 * etwa <προτιθεμένων> * Ι πακείσθω M Di, Öh] συνηνωμένην V ’M 12 lies wobl κατεξηραμμένων (oder nachher ἑτοιμαζομένων) * | πλήθη M 14 etwa <συνῆφθαι> * Ι <γὰρ> * 15 etwa <εἰώθασι> * 16 <τούτοις> * Ι <Γνωστικοί> οῦ aus ῶν V Ι Νικολάου < V 18 <μὲν> * 19 πράγμασι] προστάγμασιν M 22 ἐλθόντος V 23 δοθέντι, ι auf Rasur V corr δοθέντος M 24 ünterscbrüt κατὰ Νικολαϊτῶν V)
275