Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Ἔσχεν δὲ ἡ ἀρχὴ αὐτῆς τῆς κακῆς προφάσεως τὴν αἰτίαν ἀπὸ τοῦ ζητεῖν καὶ λέγειν πόθεν τὸ κακόν. πᾶς δὲ ἀπὸ τῆς ἑαυτοῦ πραγματείας δειχθήσεται ὁποῖός ἐστιν. ἔμποροι γοῦν κακῶν οὐτοι οἱ τοῦ κακοῦ ἐρασταὶ καὶ οὐχὶ ἀγαθῶν, ὡς καὶ ἡ γραφὴ εἶπεν ὅτι ζητοῦντας κακὰ καταλήψεται κακά."

οὔτε γάρ ποτε <τὸ> κακὸν ἠν οὔτε ῥίζα γέγονε κακίας οὔτε ἐνυπόστατον τὸ κακόν ἐστιν. οὐκ ἠν γάρ ποτε τὸ κακόν, ἐπείσακτον δὲ διὰ προφάσεως ἐν ἑκάστῳ τῶν ποιούντων τὸ κακὸν ἔνεστιν· ἐν δὲ τῷ μὴ ποιοῦντι οὐκ ἔστιν, καθάπερ ἐν τοῖς ἄνω λόγοις προδεδήλωται.

λέγει γὰρ ὁ κύριος μετὰ τὸ πάντα πεποιηκέναι »ἰδοὺ πάντα καλὰ λίαν«, δεικνὺς ὄτι τὸ κακὸν οὐκ ἀρχαΐζει οὐδὲ ἐξ ὑπαρχῆς ὑπῆρχεν πρὸ τοῦ ἀπὸ τοῦ άνθρώπου ἐνάρξασθαι· δι' ἡμῶν γὰρ γίνεται καὶ δι' ἡμῶν οὐ γίνεται.

ἄρα οὐν ἐν τῷ πάντα ἄνθρωπον δύνασθαι μὴ ποιεῖν τὸ κακὸν καὶ δύνασθαι ποιεῖν τὸ κακόν, ὅταν μὲν ποιῇ, ἔστι τὸ κακόν, ὅταν δὲ μὴ ποιῇ, οὐκ ἔστι τὸ κακόν. ποῦ τοίνυν τοῦ κακοῦ ἐστιν ἡ ῥίζα ἢ ἡ ὑπόστασις τῆς πονηρίας;