Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

10. Οὐκ ἄρα οὖν αἴτιος θανάτου γέγονεν ὁ Χριστὸς τῷ Σίμωνι, αὐτὸς ἑαυτὸν παραδούς. τί γὰρ λέγεις, ὠ θεήλατε τῶν ἀνθρώπων; οὐκ ἠδύνατο ἐλευθεροστομεῖν καὶ ἀναχωρῆσαι ἀπ' αὐτῶν, εἰ μὴ ἠθέλησε σταυρωθῆναι;

ἀλλὰ παίγνιον ἐποίει κυβείας ὁ τοῦ θεοῦ <υἱὸς> θεὸς Λόγος καὶ ἄλλον ἀντὶ ἑαυτοῦ παρεδίδου ἀποθανεῖν καὶ σταυρωθῆναι, ὁ λέγων ἐγώ εἰμι ἡ ἀλήθεια· »ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια καὶ ἡ ζωή«;

ἡ δὲ ζωὴ οὐκ ἂν ἑτέρῳ θάνατον παρασκευάσειε καὶ ἡ ἀλήθεια οὐκ ἂν κρύψῃ τὸ ἐν ἀληθείᾳ παρ’ αὐτῆς γινόμενον καὶ ἕτερα ἀνθ’ ἑτέρων ὑποδείξῃ. οὐκέτι γὰρ ἡ ἀλήθεια εὑρεθήσεται ἀλήθεια, πλάνην ἐργαζομένη καὶ κρύπτουσα τὸ ἑαυτῆς ἔργον, δι’ ἐναντίου δὲ πραγματευομένη σοφίσματος.

καὶ ἁπλῶς ἐκ πάντων ὡς εἰπεῖν, ἵνα μὴ μηκύνω τὸν λόγον, »οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων‘ καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν‘. πόσοι ἑαυτοῖς σκότος ηὕρηνται καὶ ἄλλοις τοῖς μετέπειτα τῷ σκότει αὐτῶν πειθομένοις· τοῖς δὲ [*](1 vgl. Joh. 10, 11 — 2 Matth. 20, 18 — 4 Matth. 20, 22 — 6 T Petr. 3, 18 — f I Petr. 4, 1 — 7 vgl. I Joh. 4, 2 f — 9 Phil. 2, 8 — 10 vgl. Deut. 28, 66 — 13 vgl. Hos. 13, 14 (I Kor. 15, 55) — 14 vgl. Jes. 45, 2 — 21 Joh. 14, 6 — 27 Matth. 18, 7 — 28 Matth. 7, 23 V M) [*](2 ἀναβαίνωμεν M Ι ιλμ V 5 λέγει Πέτρος V 7 λέγει 1] λέγων V 8 ἐν < M 11 οὐχ, χ auf Rasur V 12 θάνατος, ς auf Rasur Y 5 τε < 17 θεήλατε, η u. a auf Rasur V corr θεελέητε M 19 <υἱὸς> * 20 ἀνθ' θ u. ε auf Rasur Ycorr 21 φησὶν hinter ἀλήθεια 2 V 24 ὑποδείξας 26 ἐκ] lies ἐπὶ? *)

267
συνετοῖς φανήσεται ἡ ἀλήθεια, ἡ δὲ Βασιλείδου καὶ τῶν τοιούτων πραγματεία πλάνης ἔργον ἐλεγχθήσεται.

Καὶ ταῦτά μοι περὶ ταύτης τῆς αἱρέσεως καὶ τοῦ μύθου τούτου εἰρήσθω· ἐντεῦθεν δὲ ἐξ' ἑτέραν αἵρεσιν βαδιοῦμαι.

τίνι γὰρ οὐ φωρατὴ ἔσται ἡ τοιαύτη αἵρεσις μῦθός τις οὖσα καὶ ὡσεὶ κεράστου τρόπον ἐν ἄμμῳ κεχωσμένη, διὰ δὲ τοῦ κέρατος ἐν ἀέρι προκύπτουσα καὶ τὸν ὄλεθρον τοῖς περιτυγχάνουσιν αὐτῇ ἐργαζομένη;

ἀλλὰ καὶ »τὸ κέρας τῶν ἁμαρτωλῶν ὁ κύριος συνέτριψεν, τὸ δὲ κέρας τοῦ δικαίου μόνον ὑψωθήσεται«, ὅπερ ἐστὶ πίστις ἀληθεςίας.

διὸ καὶ τοῦτον συντρίψαντες τῇ τῆς ἀληθείας διδασκαλίᾳ ἐπὶ τὰς μετέπειτα διέλθωμεν, θεὸν βοηθὸν ἐπικαλούμενοι, ᾡ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.