Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Καὶ ταῦτά μοι ἐν ἐπιτομῇ πρὸς τὴν τούτου αἵρεσιν εἰρημένα ἀρκέσει τοῖς ἐντυγχάνουσιν εἰς πρόφασιν ἀληθείας τε καὶ ἰάσεως καὶ εἰς ἔλεγχον τῶν διὰ τῆς τοιαύτης θηριώδους φθορᾶς πειρωμένων ἀδικεῖν τοὺς ἀγνοοῦντας.

ὑπερβήσομαι δὲ καὶ ἐφ᾿ ἑτέρας πάλιν βαδιοῦμαι αἱρέσεως ἔλεγχον, τούτου τὴν ἰοβολίαν ἱκανῶς συντρίψας. ἔστιν γὰρ ἐν αὐτῷ μεταβολὴ καὶ ἐνδοιασμός, πλάνου μὲν ὄντος αὐτοῦ μορφὴν δὲ ὀνόματος Χριστοῦ ἐνδυσαμένου, ὡς ἡ τῶν ἐκτρωμάτων ἑρπετώδης ἐξ οὐρίων ᾠῶν ἀσπίδων κυϊσκομένη φθορὰ καὶ ἄλλων ἐχιδνῶν, ὥς φησιν ὁ προφήτης »ᾠὰ ἀσπίδων ἔρρηξαν,

καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν ηὺρεν οϋριον καὶ ἐν αὐτῷ βασιλίσκον«. ἀλλὰ τῇ δυνάμει ὡς ἔφην τοῦ Χριστοῦ τοῦτον παίσαντες διὰ τῶν τῆς ἀληθείας λόγων καὶ τὴν αὐτοῦ λύμην ἀφανίσαντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί.

[*](2 f vgl. oben S. 240, ff u. beachte τὰς ἀγγελικάς μου δυνάμεις — 7 Gen. 1, 1 — 10 Matth. 11, 25 Luk. 10, 21 — 13 vgl. S. 243, 10 f — 25 Jes, 59, 5)[*](V Μ)[*](6 πάντῃ *] παντὶ V M | εὐθὺς ἐλεγκτὸς Μ 8 vor φησὶν + <ὡς> ? * 10 θεὸν καὶ < Μ 11–13 καὶ γῆς — Σίμωνι < Μ 14 f παραλαλῶν] παράλλων Μ 15 εἰσγήσατο *, nach gewöhnlicher Wendung] ἐξηγήσατο V M 15—17 ἐνεποίησε — εἰρημένα < M 20 ὑπερβήσο///μαι, ο aus ω V corr 21 τούτου — συντρίψας nachgetragen Vcorr < M 22 ἑ///αυτῶ aus έν αὐτῶ V corr | ἐνδυασμὸς V 23 ἐνδυσάμενος M | ὡς ἡ] ὡσεὶ M 29 Unterschrift κατὰ Σίμωνος V)
246