Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Πῶς δὲ πάλιν ὁ πλάνος ἐπιλαθόμενος τῆς ἰδίας ληρῳδίας ἑαυτὸν ἐλέγχει, ὥσπερ ἀγγοῶν ἃ προλέγει; φήσας γὰρ ὅτι ὑπ᾿ αὐτοῦ γεγόνασιν οἱ ἄγγελοι διὰ τῆς αὐτοῦ Ἐννοίας, πάλιν ἔλεγεν μεταμορφοῦσθαι καθ᾿ ἕκαστον οὐρανόν , ὅπως λάθοι τοὺς αὐτοὺς ἐν τῷ κατιέναι. ἄρα δεδιὼς ἐλάνθανε, καὶ πῶς δέδιεν ὁ ληρολόγος οὓς αὐτὸς ἐποίησεν ἀγγέλους;

πῶς δὲ οὐ πάντῃ εὐθυέλεγκτος αὐτοῦ τοῖς συνετοῖς ἡ ὑποσπορὰ τῆς πλάνης εὑρεθήσεται, ὁπότε ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν« φησὶν ἡ γραφή; καὶ συνᾳδόντως τούτῳ τῷ λόγῳ ὁ κύριος ἐν τῷ εύαγγελίῳ φησὶν ὡς πρὸς τὸν θεὸν καὶ πατέρα τὸν ἴδιον »πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς«.

εἰ τοίνυν ποιητὴς οὐρανοῦ καὶ γῆς ὑπάρχει ὁ θεὸς ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μάτην τὰ πάντα τῷ συκοφάντῃ Σίμωνι εἴρται, τὸ ὑπὸ ἀγγέλων τὸν κόσμον ἐν ἐλαττώματι γεγενῆσθαι καὶ τὰ ἄλλα πάντα, ὅσα δαιμονῶν ὁ πλάνος τῷ κόσμῳ παραλαλῶν εἰσηγήσατο καὶ ἀπάτην τισὶν ἐνεποίησεν τοῖς ὑπ᾿ αὐτοῦ ἠπατημενοις.