Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Εὐθὺς δὲ ἐπεδήμησεν κατὰ πόδας ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος παρουσία, ἥτις κατέλαβε τὰς προειρημένας ἑπτὰ αἱρέσεις ἐν Ἱεροσολύμοις. ἔσβεσε δὲ ταύτας ἡ αὐτοῦ δύναμις καὶ διεσκέδασε. λοιπὸν δὲ μετὰ τὴν αὐτοῦ ἐπιδημίαν αἱ μετέπειτα πᾶσαι γεγόνασιν αἱρέσεις, λέγω δὲ μετὰ τὸ εὐαγγελισθῆναι Μαριὰμ ἐν Ναζαρὲτ διὰ τοῦ Γαβριὴλ καὶ μετὰ πᾶσαν ἁπλῶς τὴν ἔνσαρκον τοῦ κυρίου παρουσίαν εἴτουν ἀνάληψιν.

ηὐδόκησε γὰρ ὁ θεὸς πρὸς σωτηρίαν τῶν ἀνθρώπων τὸν ἴδιον υἱὸν κατελθόντα ἐν μήτρᾳ παρθενικῇ συλληφθῆναι, Λόγον ὄντα ἀπ’ οὐρανοῦ, ἐκ κόλπων πατρῴων γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, ἐλθόντο δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, θεὸν Λόγον ὄντα ἐκ θεοῦ πατρὸς ἀληθινῶς γεγεννημένον, ὁμοούσιον ὄντα τῷ πατρὶ καὶ οὐδὲν παρὰ τὸν πατέρα ἡλλοιωμένον, ἀλλὰ ἄτρεπτον ὄντα καὶ ἀναλλοίωτον, ἀπαθῆ τε καὶ ὅλως μὴ πάσχοντα, συμπάσχοντα δὲ τῷ ἡμετέρῳ γένει,

κατελθόντα [*](16 vgl. Liik. 1, 26 ff — 21 f vgl. Hehr. 1, 2 GU Μ 10 — S. 233, 12 Aiuicephalaeosis (= anaceph.) 2 ἐμφέρονται U | <ἀλλ'> * 3 ἢ] αὶ M | μόναι] μὲν αἱ U Μ | λέγω < UM | <ἡ> * | Γορθηνῶν 4 Λωσιθέων GM | δὲ] τε GM | 5 ἢ] ἡ UM | Ὀσσαίων *] Ἰουδαίων G U M 6 ὀλίγοι ἀφωρισμένοι < 7 Σαμψέων V | οἵτινες] καὶ UM 9 Unterschrift κατὰ Ἡρωδιανῶν G 10 ἔνσαρκος παρουσία καὶ ἀλήθεια U 12 δὲ < anaceph. 13 vor τὰς + anaceph. 14 ἐν + δὲ anaceph. 15f μετὰ μετὰ τὴν — λέγω δὴ] ἀπὸ τῆς αὐτοῦ ἐπιδημίας anaceph. 17 — 20 διὰ τοῦ Γαβριὴλ — συλληφθῆναι] καὶ συνειλῆφθαι anaceph. 18 εἴτουν *] εἴτε GM εἶτα U 20 τὸν Λόγον τὸν ὄντα anaceph. 24 ἀλλ’ U 25 κατελθόντα] καὶ ἐλθόντα anaceph.)

228
ἀπ᾿ οὐρανοῦ, ἐγκυμονηθέντα οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου, ἀληθινῶς σῶμα ἀπὸ Μαρίας ἐσχηκότα, ἀναπλάσαντα ἑαυτῷ τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφότα καὶ νοῦν καὶ πᾶν εἴ τί ἐστιν ἄνθρωπος χωρὶς ἁμαρτίας εἰς ἑαυτὸν τῇ ἑαυτοῦ θεότητι συνενώσαντα, γεγεννημένον τε ἐν Βηθλεέμ, περιτμηθέντα ἐν τῷ σπηλαίῳ,

προσενεχθέντα ἐν Ἱεροσολύμοις, ἐναγκαλισθέντα ὑπὸ Συμεῶνος. ἀνθομολογηθέντα ὑπὸ Ἄννης τῆς τοῦ Φανουὴλ προφήτιδος, ἀπενεχθέντα εἰς Ναζαρέτ, ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι ἐνώπιον κυρίου εἰς Ἱερουσαλήμ,

γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ τῆς μητρὸς βασταξόμενον, αὐθις πάλιν εἰς Ναζαρὲτ ἀπενεχθέντα καὶ κατὰ δευτέραν περίοδον ἐνιαυτοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ Βηθλεὲμ ἐληλυθότα, βασταζόμενον ὡσαύτως ὑπὸ τῆς ἰδίας μητρός, ἐν Βηθλεὲμ δὲ ἐν οἰκίᾳ κατελθόντα σὺν τῇ ἰδίᾳ μητρὶ καὶ Ἰωσὴθ γέροντι ὄντι σὺν τῇ

Μαρίᾳ δὲ ὄντι, κἀκεῖσε τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ γεννήσεως κατοπτευθέντα ὑπὸ τῶν μάγων προσκυνηθέντα δῶρα λαβόντα καὶ ἐν αὐτῇ τῇ νυκτὶ ὑπὸ] ἀγγέλου τῷ Ἰωσὴφ χρηματίσαντος εἰς Αἴγυπτον παραληφθέντα, ἐκεῖθεν πάλιν διὰ δύο ἐτῶν ἐπανεληλυθότα, τελευτήσαντος τοῦ Ἡρῴδου, Ἀρχελάου τε διαδεξαμένου.