Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Ἀλλὰ καὶ τοῦ προβάτου <τοῦ> τυθέντος ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ἔτι παρἀγαθὸν καρ’ Αἰγυπτίοις τυγχάνει ᾀδομένη ἡ παράδοσις καὶ παρὰ τοῖς εἰδωλολάτραις.

ἐν γὰρ τῷ καιρῷ, ὅτε τὸ πάσχα ἐγίνετο ἐκεῖσε (ἀρχὴ δὲ αὕτη γίνεται τοῦ ἔαρος ὅτε ἡ πρώτη ἰσημερία) ἐκ μίλτεως [*](1. vgl. Panarion haer. 19, 5, 1; S. 222, 17 – 15 ff Matth. 12, 33 u. Matth. 7, 18 – 29 ff über Sinn u. Verbreitung dieser Sitte vgl. Dalman, Palästinajahrbuch B. 8 (1912) S. 136) [*](G U (beginnt wieder mit μόνον Ζ. 20) Μ) [*](1 ὁμολόγει Μ 4 οὔτε Μ 5 αὐτοῖς 2] αὐτοὺς G R 7 τῶν ἀσαραίων Μ 10 <ἐν> τῷ *] τὸ G R M 14 εἶναι<Μ 18 f οὐδὲ δένδρον — ποιῆσαι<Μ 19 ἡ 2 22 vor Ἀβραὰμ + ὁ U 23 τῆς 1 Dind.] τοῦ G U M 24 εἰ *] ὅπου G U M | δὲ <Μ 27 <τοῦ> * 29 ἐγένετο U)

217
λαμβάνουσι πάντες οἱ Αἰγύπτιοι κατὰ ἀγνωσίαν καὶ χρίουσι μὲν τὰ πρόβατα, χρίουσι δὲ καὶ τὰ δένδρα, τὰς συκᾶς καὶ τὰ ἄλλα, φημίζοντες καὶ λέγοντες ὅτι, φησί, τὸ πῦρ ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέφλεξέ ποτε τὴν οἰκουμένην· τὸ δὲ σχῆμα τοῦ αἵματος τὸ πυρωπὸν ἀλεξητήριόν ἐστι τῆς τοσαύτης πληγῆς καὶ τοιαύτης.

πόθει· δὲ οὐκ ἔχομεν δεῖξαι περὶ τῆς ἀκολουθίας, ὡς ἔτι καὶ δεῦρο τὰ λείψανα τῆς τοῦ Νῶε λάρνακος δείκνυται ἐν τῇ τῶν Καρδυαίων χώρᾳ.

καὶ πάντως δὲ εἰ ἐπιζητήσειέ τις καὶ ἀνερευνήσειε, καὶ τὰ λείψανα τοῦ θυσιαστηρίου (ἐπείπερ ἀκόλουθόν ἐστιν) εὕροι ἂν ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους, ὅπου ἔμεινε Νῶε ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ καὶ προσενέγκας ἀπὸ τῶν ζῴων τῶν καθαρῶν καὶ τῶν στεάτων κυρίῳ τῷ θεῷ [ὅτε] ἤκουσεν »ἰδοὺ δέδωκά σοι τὰ πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε«.

παρελεύσομαι δὲ καὶ ταύτης πάλιν τὸ ἐπείσακτον καὶ ἠλίθιον τῆς αἱρέσεως, ἀρκεσθεὶς ταῖς προειρημέναις ὀλίγαις λέξεσιν, ἐνσπαρείσαις ὑπὸ τῆς ἡμῶν βραχύτητος ἐνταῦθα πρὸς ἀντίθεσιν τῆς πλάνης τῆς προειρημένης αἱρέσεως.