Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Πρῶτον μὲν <ἐν> τῷ ὁμολογεῖν αὐτοὺς τοὺς πατέρας καὶ πατριάρχας καὶ Μωυσέα· ἄλλης τῶν πατέρων ὀνομασίας καὶ ἀριστείας, εἰ μὴ ἐξ αὐτῶν τῶν γραφῶν τῆς πεντατεύχου;

καὶ πῶς οἷόν τε ἐν ταὐτῷ εἶναι ἀληθὲς καὶ ψεῦδος καὶ ἐν μέρει τὴν γραφὴν ἀληθεύειν, ἐν μέρει δὲ ψεύδεσθαι,

τοῦ σωτῆρος λέγοντος »ἤ ποιήσατε τὸ δένδρον ἀγαθὸν καὶ τοὺς καρποὺς ἀγαθοὺς ἤ τὸ δένδρον σαπρὸν καὶ τοὺς καρποὺς σαπρούς«· »οὐ δύναται γὰρ δένδρον ἀγαθὸν καρποὺς σαπροὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιῆσαι«.

μάταιος τοίνυν αὐτῶν ἡ διάνοια καὶ ἡ εἰσήγησις,ἐκ πολλῶν ἔχουσα τὴν ἀνατροπήν, ὡς ἄχρι τῆς δεῦρο οὐ μόνον τὰ ἐν ταῖς γραφαῖς ᾄδεται, ἀλλὰ καὶ οἱ τόποι τῆς δεῦρο οὐ μόνον τὰ ἐν ταῖς πρῶτον ὅπου τὸ πρόβατον Ἀβραὰμ προσέφερε τῷ θεῷ,

ὄρος Σιὼν ἄχρι τῆς δεῦρο οὕτω καλούμενον, ἀλλὰ καὶ ὅπου ἡ δρῦς τῆς Μαμβρῆ, ἔνθα τοῖς ἀγγέλοις παρετέθη ὁ μόσχος. εἰ δὲ Ἀβραὰμ ἀγγέλοις παρέθετο κρεῶν τὴν ἑποιμασίαν, ἀποδέων οὐκ ἦν αὐτὸς τῆς τούτων μετοχῆς.