Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἑξῆς δὲ ἐπιβαλοῦμαι διηγεῖσθαι τὰ κατὰ τὴν αἵρεσιν τὴν μετὰ τοὺς Ἡμεροβαπτιστὰς καλουμένην τῶν Νασαραίων, οἵτινες Ἰουδαῖοί εἰσι τὸ γένος, ἀπὸ τῆς Γαλααδίτιδος καὶ Βασανίτιδος καὶ τῶν ἐπέκεινα τοῦ Ἰορδάνου ὁρμώμενοι, ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν παριέχει λόγος, ἐξ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ οὖσα, ἥτις τὰ πάντα ἰουδάϊζεν, μηδὲν περαιτέρω φρονοῦσα σχεδὸν τῶν προειρημένων.

περιτομὴν γὰρ ὡσαύτως ἐκέκτητο, σάββατον τὸ αὐτὸ ἐφύλαττεν, ἑορταῖς ταῖς αὐταῖς προσανεῖχεν, οὐ μὴν εἱμαρμένην παρεισῆγεν οὔτε ἀστρονομίαν.

καὶ πατέρας μὲν ἐδέχετο τοὺς ἐν τῇ πεντατεύχῳ ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωυσέως, τοὺς ἐν ἀριστείᾳ θεοσεβείας διαφανεῖς ὑπάρξαντας, φημὶ δὲ Ἀδὰμ καὶ Σὴθ καὶ Ἐνὼχ καὶ Μαθουσάλα καὶ Νῶε καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Λευί τε καὶ Ἀαρὼν καὶ Μωυσέα καὶ Ἰησοῦν τὸν τοῦ [*](13ff die Νασαραῖοι dem Epiph. ümlich. Wenn er (vgl. oben Anaceph. S. 168, 4) den Namen mit ἀφηνιαστὴς übersetzt, so scheint er ihn von ABBREV ABBREV = abfallen (allerdings im übertragenen Sinn nicht nachweisbar) herzuleiten. Ναζωραῖοι führt Epiph. wie andere auf Ναζαρὲτ ück, vgl. haer. 29, 7 G U (bis Z. 12 συντέτακται; dann ein Blatt in U ausgefallen, als Ersatz dient R) Μ 3 κατέχονται G 5 ὠκεανοῦ G | οὔτε2 < G 6 ἀέναοι GU 7 U 10 αὐτάρκη G 10 f τὸ ἐν ὀλίγῳ τὸ *] ἀλέξημα] τὸν δι’ ὀλίγων ἔλεγχον G 11 ὑποδεῖξαι GU | ὡς *] ἕως GUM | ἐνταυθοῖ 12 Unterschrift κατὰ ἡμεροβαπτιστῶν G 13 κατὰ Νασαραίων, ἀπὸ Ἰουδαϊσμοῦ πέμπτη (εݲ M), τῆς δὲ ἀκολουθίας ὀκτωκαιδεκάτη ιݲηݲ M) G M 17 ὁρμώμενοι 20 ἐκέκτηντο M 25 Λευὶν G | καὶ Μωυσέα < G Μωυσέαν)

216
Ναυῆ, αὐτὴν δὲ οὐ παρεδέχετο τὴν πεντάτευχον, ἀλλὰ ὡμολόγει μὲν τὸν Μωυσέα καὶ ὅτι ἐδέξατο νομοθεσίαν ἐπίστευεν, οὐ ταύτην δέ, φησίν, ἀλλ’ ἑτέραν·

ὅθεν τὰ μὲν πάντα φυλάττουσι τῶν Ἰουδαίων Ἰουδαῖοι ὄντες, θυσίαν δὲ οὐκ ἔθυον οὐδὲ ἐμφύχων μετεῖχον, ἀλλὰ αθέμιτον ἦν παρ’ αὐτοῖς τὸ κρεῶν μεταλαμβάνειν ἤ θυσιάζειν αὐτοῖς. ἔφασκον γὰρ πεπλάσθαι ταῦτα τὰ βιβλία καὶ μηδὲν τούτων ὑπὸ τῶν πατέρων γεγενῆσθαι.

αὕτη ἦν ἡ τῶν Νασαραίων διαφορὰ πρὸς τὰς ἄλλας, ὡς καὶ πρὸς αὐτοὺς ὁ ἔλεγχος οὐκ ἐν ἑνὶ τόπῳ, ἀλλὰ ἐν πολλοῖς ἐστι φανερός.