Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ταύταις ταῖς δυσὶν αἱρέσεσιν κατ᾿ ἀκολουθίαν συνῆπται ἡ τῶν Φαρισαίων αἵρεσις ἄλλη τις· οἵτινες τὰ αὐτὰ τούτοις ἐφρόνουν, Γραμματεῦσι δέ φημι τοῖς ἑρμηνευομένοις νομοδιδασκάλοις· συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ Νομικοί.

ἄλλα δὲ καὶ παρὰ τούτους πάλιν οἱ Φαρισαῖοι ἐφρόνουν, πολιτείας μείζους ἔχοντες. τινὲς μὲν γὰρ αὐτῶν, ὅτε ἤσκουν καὶ ὥριζον δεκαετίαν ἢ ὀκταετίαν ἢ τετραετίαν ὁμοίως παρθενίας ἢ ἐγκρατείας, συνεχῶς εὐχόμενοι πυκνότερον ἀγῶνα τοῦτον ἐνίσταντο διὰ τὸ δῆθεν μὴ σωματικόν τι παθεῖν ἢ κλαπῆναι δι ὀνειράτων ἀηδῆ ῥύσιν σώματος ἀπεργαζομένων.

καὶ οἱ μὲν σανίδα ἑαυτοῖς ἐφιλοκάλουν σπιθαμῆς μόνης τὸ πλάτος καὶ ἐπὶ ταύτην ἑαυτοὺς ἐτίθεσαν κατὰ τὴν ἑσπέραν, ἵν᾿ εἰ ὑπνώσειέν τις καὶ καταπέσοι πέσοι εἰς τοὔδαφος αὐθις ἐγείρηται εἰς εὐχήν, διὰ τὸ ἄγρυπνον ἔχειν τὸν βίον κατὰ τὸ δυνατόν.

ἄλλοι δὲ κόχλακας συλλέγοντες ἑαυτοῖς ὑπεστρώννυον εἰς τὸ νυττομένους μὴ ὕπωῳ βαθεῖ φέρεσθαι, ἀλλὰ βιάζεσθαι γρηγόρησιν ἑαυτοῖς προσπορίζεσθαι· ἄλλοι δὲ καὶ ἀκάνθας [*](7ff Φαρισαῖοι vgl. Hegesipp bei Eus. IV 22, 7; S. 372, 11 Schwartz Justin dial. SO; S. 280 Otto dement. Recogn. I 54 Hippolyt refut. IX 28 Ps. Tert. adv. 1. Const. apost. VI 6, 3; S. 313, 31 Funk — 10 f wohl gefolgert aus Luk. 11, 45 V Μ) [*](1 Μωυσέως < Μ | <φερομένη> * 3 Ἀδδᾶν nach haer. 33, 9, 4 VM | Ἀσσαμωναίου V 4 παρ’] περ V Tgl. S. 211,9 5 οἴησις M | ἀσοφίας] σοφίας Μ | αὐχεῖται] αὐχεῖ τε M 6 τε < M | nach Unterschrift κατὰ γραμματέων V 7 <αἱρέσεως> * 8 κατὰ V < M 13 ἢ τετραετίαν ἢ ὀκταετίαν M 14 πυκνότερον ausradiert V 16 hinter ὀνειράτων hineingeflickt κλοπὴν Vcorr | ἀηδῆ + τε VM τε ausradiert V corr | σώματος] σπέρματος Jül. | ἀπεργαζομένων Ausgg.] VM | σανίδα *] σανίδας VM 17 ἑαυτοὺς M 18 εἰ < M 19 ἔδαφος | ἐγείρεται VM 20 ἐκλέγουντες M 22 γρηγορεῖν M)

211
στρωμνὴν εἶχον διὰ τὴν αὐτὴν ὑπόθεσιν.

ἐνήστευον δὲ δὶς τοῦ σαββάτου, δευτέραν καὶ πέμπτην· ἀπεδεκάτουν δὲ τὴν δεκάτωσιν, τὰς ἀπαρχὰς ἐδίδουν, τριακοντάδας τε καὶ πεντηκοντάδας, τάς τε θυσίας καὶ τὰς εὐχὰς ἀσφαλέστατα ἀπετίννυον.

τῷ δὲ προειρημένῳ σχήματι τῶν Γραμματέων προήρχοντο, διά τοι τῆς ἀμπεχόνης καὶ διὰ τῶν ἄλλων σχημάτων καὶ γυναικικῶν ἱματίων ἐν πλατείαις ταῖς κρηπῖσιν καὶ γλώτταις τῶν ὑποδημάτων προϊόντες.

ἐλέγοντο δὲ Φαρισαῖοι διὰ τὸ ἀφωρισμένους εἶναι αὐτοὺς ἀπὸ τῶν ἄλλων διὰ τὴν ἐθελοπερισσοθρῃσκείαν τὴν παρ’ αὐτοῖς νενομισμένην· Φάρες γὰρ κατὰ τὴν Ἑβραΐδα ἑρμηνεύεται ἀφορισμός.