Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Δοσίθεοι δὲ τούτοις διαφέρονται κατὰ πολλοὺς τρόπους. ἀνά- στασιν γὰρ ὁμολογοῦσι καὶ πολιτεῖαι παρ᾿ αὐτοῖς εἰσιν· ἐμψύχων [*](4 die Gorothener genannt bei Hegesipp bei Eus. IV22, 5; S. 370, 16 Scbwartz 5 τῶν ἄλλων, gemeint ist τῶν Σεβουαίων; oben Anaceph. 12; S. 166, 23 hat sich Epiph. etwas anders ausgedrückt — 13 über Dositheus vgl. mit Epiph. Hegesipp bei Eus. IV 22, 5; S. 370, 16 Schwartz Hippolyt Syntagma bei Phot. bibl. 121 Clement. Hom. II 24; S. 28, 16ff Lagarde Eecogn. I 54 II 8–11 Ps. adv. omn. haer. 1 Const. apost. VI 8, 1; S. 319, 3 Funk (weitere Zeugnisse, insbesondere die samaritanischen Quellen bei Montgomery, the Samaritans p. 252 ff die rabbinischen in Revue des etudes juives t. 42 p. 27 ff 220 ff t. 43 p. 50 ff, die arabischen bei de Sacy, Chrestomathie arabe2) — 14 f anders Eulogius bei Photius bibl. cod. 230 p. 285 b Bekker ἀπεκήρυττε δὲ (sc. Δοσίθεος) καὶ τὴν ἀνάστασιν (V) GU Μ) [*](1 δὲ hinter Σκηνοπηγίαν G U 2 τὸ] τὰ M. 4 κατὰ Γοροθηνῶν, ἀπὸ Σαμαρειτῶν τρίτη, τῆς δὲ ἀκολουθίας δωδεκάτη G κατὰ Γορθηνῶν, τρίτη αἵρεσις ἀπὸ Σαμαρειτῶν, δωδεκάτη δὲ τῆ ἀκολουθία U κατὰ Γοροθηνῶν, ἀπὸ Σαμαρειτῶν ݲ, τῆς δὲ ἀκολουθίας ݲ M; G hat die Überschrift erst zwischen πράττουσι u. μόνοι Z. 6 5 Γορθηνοὶ U | τε < U | δὲ < U 6 Δωσίθεοι 9 πάσχα G 10 ἡμέραν μίαν *] ἡμέρας μιᾶς GUM 13 κατὰ Δοσιθέων ἀπὸ Σαμαρειτῶν τετάρτης (τετάρτη V), τῆς δὲ ἀκολουθίας ιݲγݲ η M) V G Μ κατὰ τετάρτη αἵρεσις ἀπὸ Σαμαρειτῶν, τρισκαιδεκάτη δὲ τῆ ἀκολουθία U 14 Δωσίθεοι VGM | πολλοὺς + τοὺς U 15 πολιτείαις M)

206
ἀπέχονται, ἀλλὰ καί τινες αὐτῶν ἐγκρατεύονται ἀπὸ γάμου μετὰ τὸ † βιῶσαι, ἄλλοι δὲ καὶ παρθενεύουσιν·

ὡσαύτως τε περιτομὴν καὶ σάββατον καὶ τὸ μὴ θιγγάνειν τινὸς διὰ τὸ βδελύττεσθαι πάντα ἄνθρωπον ὁμοίως ἔχουσι. νηστείας δὲ τοὺς αὐτοὺς φυλάττειν καὶ ἐξασκεῖσθαι εἰσάγει ὁ λόγος.

ἡ δὲ πρόφασις τοῦ τὸν δοσίθεον φρονῆσαι ταῦτα αὕτη· οὗτος συνεμίγη ἀπὸ Ἰουδαίων ὁρμώμενος εἰς τὰ τῶν Σαμαρειτῶν ἔθνη, ἐν παιδεύσει δὲ <τῇ> κατὰ τὸν προήκων δευτερώσεσί τε ταῖς παρ’ αὐτοῖς, θηρώμενος δὲ τὰ πρωτεῖα καὶ ἀποτυχὼν καὶ μὴ ἀξιωθείς τι παρὰ Ἰουδαίοις νομισθῆναι, ἐξέκλινέν εἰς τὸ Σαμαρειτικὸν γένος καὶ ταύτην τὴν αἵρεσιν προεστήσατο.

ἐν σπηλαίῳ δέ που ἀναχωρῶν δι’ ὑπερβολὴν ἐθελοσοφίας, ματαίως καὶ ὑποκριτικῶς ἐν νηστείᾳ καρτερῶν ὡς λόγος ἔχει οὕτως ἀπέθανεν ἐν ἐνδείᾳ ἄρτου καὶ ὕδατος, ἑκουσίᾳ δῆθεν τῇ γνώμῃ. μετὰ ἡμέρας δὲ τινὰς ἐλθόντας ἐπὶ τὴν τούτου ἐπίσκεψιν εὑρηκέναι τὸ σῶμα ὀδωδὸς ἐξέρψαν τε σκώληκας καὶ νέφος μυιῶν ἐπ᾿ αὐτὸ ἐσμηνευκέναι. οὑτος τοίνυν οὕτως ματαίως τὸν ἑαυτοῦ βίον καταστρέψας αἴτιος γέγονεν αὐτοῖς τῆς αἱρέσεως, ἐξ οὑπερ οἱ αὐτὸν μιμούμενοι Δοσίθεοι εἴτουν Δοσιθηνοὶ καλοῦνται.