De Laudibus Constantini

Eusebius

Eusebius, De Laudibus Constantini, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

θεὸς γοῦν αὐτοῖς ἦν ἡ τῶν σαρκῶν ἡδονή, θεὸς ἡ τροφή, θεὸς ἡ τούτων βλάστη, θεὸς ἡ τῶν ἀκροδρύων φυή, θεὸς ἡ διὰ μέθης τρυφή, θεὸς ὁ τῶν σωμάτων πόθος, θεὸς ἡ τούτων ἡδονή. ἔνθεν τὰ Δήμητρος καὶ Φερεφάττης μυστήρια καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως καὶ πάλιν ἡ ταύτης ἀνάδοσις. ἔνθεν Διονύσου τελεταὶ καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης, ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά. ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα.

τοσούτοις δῆτα βέλεσι θεομάχου πλάνης οἱ δεινὶ βάρβαροι καὶ τῷ βασιλεῖ τῶν ὅλων ἐχθροὶ τοὺς ἐπὶ γῆς κατεπόνουν, καὶ εἷλόν γε τὸ πᾶν γένος ὑποχείριον, ὡς ἁπανταχοῦ γῆς ἀθεότητος ἀνεγεῖραι στήλας νεώς τε καὶ ἱερὰ ψευδωνύμου θεολογίας καθ’ ἑκάστην γωνίαν συνίστασθαι.

οἱ γοῦν τότε κρατεῖν νομιζόμενοι τοσοῦτον καταδεδούλωντο τῇ πλάνῃ, ὡς ὁμοφύλων καὶ συγγενῶν φόνους τοῖς αὐτῶν καλλιερεῖν θεοῖς καὶ τὰ ξίφη θήγειν κατὰ τῶν προμάχων τῆς ἀληθείας, πόλεμόν τε ἄσπονδον καὶ ἀθέους αἴρεσθαι χεῖρας, οὐ κατ’ ἐχθρῶν ἀλλοφύλων καὶ ἀπεξενωμένων, κατὰ δὲ τῶν συνεστίων καὶ φίλων, κατά τε ἀδελφῶν καὶ συγγενῶν καὶ φιλτάτων, οἵ δὴ σεμνότητι βίου σωφροςύνῃ τε καὶ θεοσεβείας ἀληθοῦς ἐγχειρήμασι τιμᾶν τὸ θεῖον καὶ σέβειν διεγνώκεσαν.

ἀλλ’ οἱ μὲν ὧδέ πη μανίᾳ φρενῶν τοὺς τῷ βασιλεῖ τῶν ὅλων καθωσιωμένους τοῖς αὐτῶν δαίμοσι κατέσφαττον, οἱ δὲ τῆς ἀληθοῦς εὐθσεβείας γενναῖοι μάρτυρες καὶ ζωῆς αὐτῆς τὸν ὑπὲρ ἀληθείας εὐκλεῆ θάνατον προτιμᾶν μεμελετηκότες παρ’ οὐδὲν τὴν τοσαύτην ἐτίθεντο τυραννίδα, οἷα δὲ θεοῦ στρατιῶται καρτερίας ἀρετῇ φραξάμενοι, πάντα τρόπον θανάτου γέλωτα [*](35ff. Vgl. Euseb. H.E. VIII, 14, 13 ff.) [*](1 τοῦ < J | μυρία HJ | 5 τούτων Η | 8 δὴ < Ν | 10 ἡ τῶν καρῶν ἡδονή, θεὸς ἡ τροφή Wil., sehr wahrsch. | 12 Φερεφάτης Ν | 16 γυναιμανῶν Η | γαννυμήδους J | 23 τοσοῦτο Ν | 24 φόνοις J | αὐτοῖς Η | 25 θήγειν, η auf Ras., J | 30 μανίας J | 31 καθοσιωμίνους Η, καθως., aber ω auf Ras., J.)

v.1.p.214.
ἔθεντο, πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάττης βυθούς, ἀποτομὰς μελῶν καὶ καυτῆρας, ὀφθαλμῶν ἐξορύξεις, τοῦ παντὸς σώματος ἀκρωτηριασμούς, λιμὸν ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ παντὸς καλοῦ καὶ ἡδονῆς ἁπάσης γλυκίονα ἡγηςάμενοι δι’ ἔρωτα καὶ πόθον τὸν πρὸς τὸν αὐτῶν βασιλέα. θηλειῶν τε ὡσαύτως νεανικαὶ ψυχαὶ τῶν ἀνδρῶν οὐχ ἧττον ἠρρενωμέναι, αἱ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δ’ ἐπὶ φθορᾷ τῶν σωμάτων ἑλκόμεναι θᾶττον τὴν ψυχὴν θανάτῳ ἤτὸ σῶμα τῇ φθορᾷ παραδεδώκασιν, μυρίαι τε ἄλλαι πρὸς τῶν κατ’ ἔθνος ἀρχόντων, πορνείας ἀπειλὴν μηδ’ ἄκροις ὠσὶν ἐπακοῦσαι δεδυνημέναι, πᾶν εἶδος στρεβλωτηρίων πᾶσάν τε ψῆφον θανατηφόρον εὐθαρςῶς ὑπέστησαν.

ἀλλ’ οἱ μὲν τοῦ μεγάλου βασιλέως πρόμαχοι τῆς πολυθέου στρατιᾶς ὧδέ πη τοὺς ἄθλους ψυχῆς ἐρρωμένῳ λογισμῷ κατηγωνίζοντο· οἱ δ’ ἐχθροὶ τῷ θεῷ καὶ τῆς ἀνθρώπων πολέμιοι σωτηρίας, πάντων ἀνημέρων βαρβάρων χείρους, τοιαύταις ἔχαιρον ἀνθρωπίνων αἱμάτων σπονδαῖς· οἵ τ’ αὖ τούτων ὑπηρέται τοιαύτας αὐτοῖς προπόσεις ἐξ ἀδίκου μιαιφονίας προὔπινον, πικρὰν ταύτην καὶ δυσσεβῆ πανδαιςίαν ἐπ’ ὀλέθρῳ τοῦ κοινοῦ γένους αὐτοῖς παρασκευάζοντες.

9 τούτων δ’ ὧδε ἐχόντων τί ἐχρῆν τὸν τῶν καταπονοτυμένων βασιλέα θεὸν διαπράξασθαι; ἆρά γε τὴν τῶν φιλτάτων ἀντιπαρελθεῖν σωτηρίαν καὶ παριδεῖν οὕτω τοὺς οἰκείους πολιορκουμένους; ἀλλ’ οὔτε κυβερβήτης οὕτω ποτ’ ἄν λεχθείη σοφός, εἰ κατὰ βυθῶν αὔτανδρον τὸ σκάφος ἐκδώσει, μηδὲν παρ’ ἑαυτοῦ πρὸς τὴν τῶν ἐμπλεόντων σωτηρίαν ποριςάμενος, οὔτε στρατηγὸς οὕτω ποτ’ ἄν γένοιτο ἀφειδής, ὡς τοὺς αὐτοῦ γνωρίμους ἀτιμωρητὶ τοῖς ἐχθροῖς παραχωρῆσαι· ἀλλ’ οὐδὲ ποιμὴν ἀγαθὸς τῆς αὐτοῦ ποίμνης τὸ πεπλαβνημένον ἀπαθῶς παρίδοι ἄν θρέμμα, ἀλλὰ τὰ μὲν εὖ ἔχοντα αὐτῷ ἐν ἀσφαλεῖ κείμενα καταλείψει, τῆς δὲ τοῦ πεπλανημένου χάριν σω- [*](21–215, 2 vgl. Euseb. Theoph. Syr. II, 83 (Lee Transl. Engl. S. 143, Z. 23–144 8). — 27 vgl. Matth. 18, 12.) [*](1 das letzte καὶ < Η | 2 θαλάσσης Ν | 3 ἀκρωτηρ., ω aus o, J | 4 nach ἁπάσης + ταῦτα Η | γλυκίονα Val. (?), γλυκειαν Η, γλύκια Ν, γλυκύτερα J | 9 τῇ φθορᾷ + Hist. Eccl. | 15 παντὸς ἀνημέρων βαρβάρων Η, πάντων ἀνημέρων βαρβάρων J, παντὸς ἀνημέρου βαρβάρου Ν | 17 αὐτοῖς ΗΝ, αὐτοὺς J | 18 καινοῦ Η | 20 δ’ + Hkl (nicht Wil.) | τί ἐχρῆν Hkl, τί χρὴ Η, τίν’ ἐχρῆν JN | 21 θεὸν < Hkl | παρελθεῖν N | 23 u. 25 οὕτω HSS, richtig, aber Syr. ever = οὔπω, u. so Hein. nach Valesii „unquam“ | 24 lieber μηθὲν | 26 παραχωρήσας HJ | 28 αὐτῶν J.)

v.1.p.215.
τηρίας πᾶν ὁτιοῦν ἄν πάθοι, εἰ καὶ πρὸς θῆρας ἀγρίους συμπλακῆναι δέοι.

ἀλλ’ οὐκ ἦν ἀλόγου θρέμματος ἡ σπουδὴ τῷ μεγάλῳ βασιλεῖ, τὸ δὲ πᾶν αὐτῷ τῆς οἰκείας στρατιᾶς καὶ τῶν δι’ αὐτὸν πολεμουμένων χάριν ἐσπουδάζετο. ὧς τοὺς ἀγῶνας καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἀποδεξάμενος, τοὺς μὲν τὴν πρὸς αὐτὸν στειλαμένους πορείαν τοῖς παρ’ αὐτῷ νικητηρίοις τιμήσας ταῖς κατ’ οὐρανὸν ἀγγελικαῖς ἐν;ργραφεν χορείαις, τοὺς δ’ ἐπὶ γῆν ἐφύλαττεν, εὐσεβείας ζώπυρα σπέρματα τοῖς ὀψιγόνοις, θεατὰς ἅμα τῆς κατὰ τῶν ἀσεβῶν δίκης καὶ τῆς τῶν πεπραγμένων ἱστορίας ἐξηγητὰς γενησομένους.

εἶτ’ ἐπὶ τὴν ἄμυναν τῶν πολεμίων τὴν αὐτοῦ δεξιὰν ἐκτείνας, ἑνὶ νεύματι τοὺς μὲν ἀθρόως ἀφανεῖς κατεστήσατο θεηλάτοις πληγαῖς προτιμωρηςάμενος, αὐτούς τε οἰκείοις χείλεσι τὴν παλινῳδίαν τῆς τῶν πεπλημμελημένων σφίσιν αὐτοῖς καὶ μὴ βουλομένους ᾆσαι καταναγκάσας, τοὺς δ’ ἀπὸ χθονὸς ἤγειρεν ὑψώσας τοὺς πάλαι ταπεινοὺς καὶ πρὸς ἁπάντων ἀπεγνωσμένους.

καὶ τοῦθ’ ὁ μένας φασιλεὺς οὐρανόθεν ἐνήργει, ὁπλίτην ἄμαχον τὸν αὐτοῦ θεράποντα προστηςάμενος (χαίρει γὰρ ὧδε προσφωνούμενος εὐσεβείας ὑπερβολῇ βασιλεύς)· ὅν δὴ νικητὴν παντὸς τοῦ τῶν πολεμίων ἀπέφηνε γένους, ἕνα κατὰ πολλῶν ἐγείρας. οἱ μὲν γὰρ ἦσαν μυρίοι πολλοί τε, πολλῶν ἅτε φίλοι δαιμόνων, μᾶλλον δ’ οὐδένες ἦσαν, ὅθεν οὐδ’ εἰσίν, ὁ δ’ ἐξ ἑνὸς εἷς βασιλεύς, εἰκὼν ἑνὸς τοῦ παμβασιλέως, καὶ οἱ μὲν ἀθέῳ ψυχῇ τοὺς εὐσεβεῖς ἄνδρας μιαιφόνοις ἀνῄρουν σφαγαῖς, ὁ δὲ τὸν αὐτοῦ σωτῆρα μιμούμενος καὶ μόνον σώζειν εἰδὼς καὶ τοὺς ἀθέους ἔσωζεν εὐσεβεῖν διδάσκων.

εἶθ’ οἷα νικητὴς ἀληθῶς τὸ διττὸν ἐκεῖνο βάρβαρον ἐνίκα γένος, ἀνδρῶν μὲν τὰ ἀνήμερα φῦλα λογικαῖς ἐξημερῶν πρεσβείαις καὶ τοὺς κρείττονας εἰδέναι καὶ μὴ ἀγνοεῖν ἐπαναγκάζων, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νομιμὸν μεθαρμοζόμενος, τὸ δ΄ ἀπηνὲς καὶ ἀπηγριωμένον τῆς ἀφανοῦς δαιμόνων φύσεως ἔργοις αὐτοῖς ἀπελέγχων ὑπὸ τοῦ κρείτττονος δπάλαι νενικημένον. ὁ μὲν γὰρ κοινὸς τῶν ὅλων σωτὴρ τοὺς ἀφανεῖς ἀφανῶς ἠμέυνατο, ὁ δ’ οἷα μεγάλου βασιλέως ὕπαρχος τοῖς νενικημένοις ἐπεξῄει, τοὺς πάλαι νεκροὺς καὶ ἀπολωλότας σκυλεύων καὶ τὰ λάφυρα διανέμων ἀφθόνως τοῖς τοῦ νικητοῦ στρατιώταις.

[*](1 ἄν Wil., καὶ HSS | 3 καὶ < J | 4 χάρις Η | 7 ἐπὶ γῆς Hkl | 9 δίκης ΗΝ, νίκης J | 11 ἑνὶ Hkl (vgl. S. 216, 9), ἐπὶ Η, ὑπὸ Ν, < J | ωεύματι < J | 13 nach παλινῳδάαν + τῆς HSS, < Hkl, τὴν Hein. | πεολημμελη auf Ras. H | βουλομένους Wil. βουλομένοις HSS | 20 οὐδένες ἦσαν Hkl, οὐδὲν ἐσῆσαν Η, οὐδὲν ἦσαν JN | 25 βαρβάρων Ν |28 νομικὸν J | 29 δαίμονος J | 31 τοῦ + vor μεγάλου J | 32 ἐπεξήει, das erste ε auf Ras., J, ὑπεξήει ΗΝ.)
v.1.p.216.