De Laudibus Constantini

Eusebius

Eusebius, De Laudibus Constantini, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

Ἕνθα δὴ καιρὸς ἐπιθεωρῆσαι τοῦ ἡμετέρου σωτῆρος τὰ καθ’ ἡμᾶς ἀποτελέσματα καὶ ζῶντος θεοῦ ζῶντα ἔργα συνιδεῖν· ἦ γὰρ οὐ ζῶντος καὶ θεοῦ ζωὴν ὡς ἀληθῶς ζῶντος ἔργα ζῶντα τυγχάνει τὰ τοιαδὶ κατορθώματα; τίνα δὴ ταῦτα, ἐρωτᾶς; μάνθανε.

θεομάχοι τινὲς πρώην τῶν αὐτοῦ προσευκτηρίων τὰς οἰκοδομὰς οὺν πλείονι φιλονεικίᾳ καὶ σὺν μείζονι δυνάμει τε καὶ χειρὶ ἐκ βάθρων ἀνορύττοντες καθῄρουν ἀφανεῖς τε αὐτοῦ καθίστων τὰς ἐκ. κλησίας, πάσαις τε μηχαναῖς τὸν μὴ τοῖς ὀφθαλμοῖς ὁρώμενον ἐπο- λέμουν βάλλοντες καὶ ἀκοντίζοντες μυρίαις λόγων βολαῖς, ὁ δ' ἀφα- νὴς ἀφανῶς ἠμύνατο.

εἶθ' οἱ μὲν οὐκέτ’ ἦσαν ἑνὶ θεοῦ νεύματι πρὸ μικροῦ τρυφηλοὶ καὶ τρισευδαίμονες, οἱ ἰσόθεοι παρὰ τοῖς πᾶσιν ἀνυμνούμενοι, οἱ μακραῖς ἐτῶν περιόδοις διαπρεπῶς τὴν ἀρχὴν εὐθύ- ναντες, ὅτε δὴ τὰ πρὸς τὸν ὕστερον πολεμηθέντα φίλα τε ἦν αὑτοῖς καὶ εἰρηναῖα· ὡς δὲ καταβαλλόμενοι θεομαχεῖν ἐτόλμων, τοὺς αὐτῶν θεοὺς προμάχους καὶ προασπιστὰς ἀντιπαρατάττοντες τῷ ἡμετέρῳ. αὐτίκα μιᾷ ῥοπῇ καὶ θεοῦ νεύματι καὶ δυνάμει τοῦ πολεμουμένου δίκας ὑπεῖχον οἱ ἅπαντες τῶν τετολμημένων, ὡς παραχωρεῖν τῷ πολεμουμένῳ καὶ νῶτα δόντες αὐτῷ τῇ θεότητι συνομολογεῖν συγχωρεῖν τε καὶ ἐπιτρέπειν τἀναντία τοῖς πρὶν τετολμημένοις.

ὁ δὲ τρόπαια νικητήρια παραχρῆμα πανταχοῦ γῆς ἀνίστη, ναοῖς τε ἀγίοις καὶ προσευκτηρίων σεμνοῖς ἀφιερώμασι τὴν σύμπασαν οἰκουμένην αὖθις ἐξ ὑπαρχῆς κοσμήσας, κατὰ πόλεις τε καὶ κώμας χώρας τε πάσας καὶ τὰς τῶν βαρβάρων ἐρήμους ἱερὰ καὶ τεμένη ἐνὶ τῷ πάν- των βασιλεῖ θεῷ, τῷ δὴ καὶ τῶν ὅλων δεσπότῃ, καθιερώσας, ἐΜεν

[*](13 Theoph. Syr. 111, 20. — 28ff. vgl. Euseb. Praep. Ev. V, 1 = p. 179b.)[*](6 εἴποι ἂν εἶναι H, εἶναι εἴποι N Ι τὸ γὰρ H, εἴγε τὸ N Ι 7 οὐκ εἶναι Wil., οὐκ ἄν Η 00< N Ι τι δύνασθαι ∾ N Ι οὔτ' — οὔτε Hkl, οὐδ’ — οὐδὲ HSS Ι 10 ἔργα ∾ N Ι ἦ Hkl, εἰ HN Ι 19 οἱ Hkl, οἵ τινες HSS Ι 20 ἀνυμνούμενοι H, ἦσαν auf Ras.) ὑμνούμενοι N Ι ἀρχὴν Val., rule Syr., εὐχὴν HSS Ι 26 τῆ Hkl, oder τῇ αὐτοῦ θεόμητι Ι συνωμολόγουν N Ι 27 nach τετολμ. + ὁλοσχερῶς ἔσπευδον N, < H u. Syr. Ι 28 ἁγίοις N, pure Syr., ἁγίων H Ι 30 κοσμίως H Ι 32 Val., καθιερώσθαι HSS.)
v.1.p.255.

καὶ τῆς τοῦ δεσπότου προσηγορίας ἠξίωται τὰ καθιερωμένα, οὐκ ἐξ ἀνθρώπων τυχόντα τῆς ἐπικλήσεως, ἐξ αὐτοῦ δὲ τοῦ τῶν ὅλων κυρίου, παρὸ καὶ κυριακῶν ἠξίωνται τῶν ἐπωνυμιῶν.

παρελθὼν οὑν εἰς μέσον ὁ βουλόμενος διδασκέτω, τίς τὴν τοσαύτην καθαίρεσίν τε καὶ ἐρημίαν ἱδρύματα ἐξ ἐδάφους εἰς ὕψος ἀνήγειρεν, τίς τὰ πόσης ἐλπίδος ἀφῃρημένα δευτέρας ἠξίωσεν πολὺ κρείττονος τῆς ἔμπροσθεν ἀνανεώσεως, καὶ ἀνενεώσατο, αὐτὸ δὴ τὸ τοῦ λόγου μέγιστον θαῦμα, οὐ μετὰ τὴν τῶν θεομάχων ἐκείνων τελευτήν, ἀλλ' ἔτι xm βίῳ περιόντων αὐτῶν δὴ τῶν καθῃρηκότων, ὡς δί αύτῶν στόματος καὶ δἰ αὐτῶν γραφῆς τὴν παλινῳδίαν τῶν τετολμημένων αὐτοῖς ᾀσθῆναι, καὶ τοῦτο πρᾶξαι αὐτοὺς οὐκ ἐν θυμηδίαις ὄντας φιλανθρωπίας λογιομῷ τάχα ἄν τις νομίοειεν), θεηλάτοις δὲ μάστιξιν ἐλαυνομένους.

τίς μετὰ τοσούσδε τοῦ διωγμοῦ χειμῶνας καὶ ἐν αὐτῇ γε τῇ τῶν δεινῶν ἀκμῇ φιλοσόφου βίου ζηλωτὰς καὶ θεραπευτὰς τοῦ θεοῦ μυρίους ἄνδρας γυναικῶν τε ἱερείας καὶ χοροὺς ἀειπαρθένων ἁγνείᾳ παντελεῖ τὸν πάντα τῆς ςωῆς αὐτῶν χρόνον ἀναθείσας τοῖς τῆς ἐνθέου διδασκαλίας αὐτοῦ μαθήμασι καθ’ ὅλης συνίστη τῆς οἰκουμένης τροφῶν δ᾿ ἀποχαῖς ἀσιτίαις τε ἀνοινίαις πολυημέροις προθυμότατα διακαρτερεῖν ἐγκρατείᾳ τε καὶ ῥώμῃ βίου στερροῦ χρῆσθαι μετὰ σωφροσύνης; τίς γύναια καὶ μυρία πλήθη ἀνδρῶν ἀναπέπεικεν λογικὰς τροφὰς ψυχαῖς λογικαῖς καταλλήλους δι’ ἐνθέων ἀναγνωρισμάτων ἀντικαταλλάξασθαι τῶν τοῦ σώματος τροφῶν; τίς βαρβάρους καὶ ἀγροίκους ἄνδρας γύναια τε κοὶ παῖδας καὶ οἰκετῶν γἐνη πλήθη τε μυρία μυρίων ἐθνῶν θανάτου μὲν καταφρονεῖν ἐδίδαξεν ἀθάνατον δὲ πεπεῖσθαι εἶναι τὴν αὐτῶν Ψυχήν, κω δίκης ὀφθαλμὸν ὑπάρχειν ἔφορον τῶν ἀνθρωπίνων πραγμάτων εὐσεβῶν τε καὶ ἀσεβῶν, δικαιωτήρια τε θεοῦ προσδοκῶν, τούτων ἕνεκα δικαίου καὶ σώφρονος δεῖν ἐπιμελεῖσθαι βίου; μὴ γὰρ οὕτω διατεθέντας ἀδύνατον ἄλλως εἶναι τὸν τῆς θεοσεβείας ὑποδῦναι ζυγόν· ὁ δὴ μόνῳ τῷ ἡμετέρῳ σωτῆρι εἰσέτι καὶ νῦν κατορθοῦται.

[*](13 Theoph. III, 21. — 26 Fragin. Tragic. Adesp. 421 (Eus. Praer. I)[*](3 παρ' ὧ H Ι lieber τῆς ἐπωνυμίας V al., παρὸ — ἐπων. < Wil. Ι 4 οὖν N, Syr., < H Ι 5 τόσην H Ι 6 ἤγειρε N Ι 7 οὔτὸ in N ὸ vielleicht aus ὼ Ι 8 τὸ δὴ H Ι τῶν + am Rande H, < N Ι θεομάχον N Ι 15 θεοῦ Hkl, Θείου HSS Ι 18 δ’ < 20 βίον, aber ν aus υ, N Ι nach χρῆσθαι + am Rande ἐδίδαξε N Ι 26 δίκη μὸν Val., the eye of justice Syr., δίκην ὀφθαλμῶν ΗΝ Ι 27 τε + Wil. < H Ι 28 δικαίου Hkl, δικαίω H, ς über der Zeile, δικαίως N Ι σώφρονος σωφρόνως HN Ι δεῖν H, ζῆν auf Ras. aus δεῖν N Ι βίου < Ν, that duty to be careful aa to the life of rigtheousness and tem | ἐπιμέλεσθαι Ηkl | 29 θεοσεβείας, σεβει auf Ras., H Ι 30 ὁ δὲ H. ἁ (au)
v.1.p.256.

ἀλλὰ ταῦτα μὲν παρῶμεν,

φέρε δὲ ἄλλως τὸν τὴν διάνοιαν λελιθωμένον καὶ ἐκ τῶν τοιωνδὶ προσαγάγωμεν ἐρωτήσεων, ὧδέ πη αὐτοῦ Πυνθανόμενοι. ἄγε δή, οὗτος, φωνὴν λογικὴν ἀφείς, μὴ ἐξ ἠλιθίου καρδίας ψυχῆς δὲ ωοερᾶς καὶ λογικῆς καρπὸν λέγε δή, παρὰ σαυτῷ πολλάκις ἐπισκεψάμενος, τίς ἄλλος πώποτε τῶν ἐξ αἰῶνος βοηθέντων σοφῶν όμοίως τῷ ἡμετέρῳ σωτῆρι προ- φητικαῖς ἄνωθεν πρὸ μυρίων χρόνο)ν φωναῖς ἐγνώσθη τε καὶ προεκηρύχθη παρὰ τοῖς πρόπαλαι θεοφιλέσιν Ἑβραίων παισίν; οἳ καὶ τὸν τόπον αὐτοῦ τῆς γενέσεως καὶ χρόνους τῆς ἀφίξεως καὶ τρόπον τοῦ βίου καὶ δυνάμεις καὶ λόγους καὶ κατορθώματα αὐτοῦ προλαβόντες βίβλοις ἱεραῖς καταβεβλήκασιν.

ἥ τίς οὕτω ταχὺς ἔκδιχος τῶν εἰς αὐτὸν τετολμημένων ἀποδέδεικται, ὡς ἅμα τῇ κατ αὐτοῦ δυσσεβείᾳ τὸ πᾶν Ἰουδαίων ἔθνος ἀοράτῳ δυνάμει μετελθεῖν, ἄρδην τε τὸν βασιλικὸν αὐτῶν τόπον ἐκ βάθρων ἀρθῆναι, αὐτό τε τὸ ἱερὸν ἅμα τοῖς ἐν αὐτῷ σεμνοῖς εἰς ἔδαφος κατενεχθῶαι; τίς δὲ προρρήσεις αὐτῶν τε τούτων πέρι τῶν ἀσεβῶν ἀνδρῶν ἀμφί τε τῆς πρὸς αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ὑποστάσης ἐκκλησίας καταλλή- λους τοῖς πράγμασιν ἀπρφθεγθάμενος, πιστὰς ἔδειξε ταύτας τοῖς ἔργοις, ὡς ὁ ἡμέτερος σωτήρ; περὶ μὲν τοῦ τῶν ἀσεβῶν ἱεροῦ φήσας· ἀφίεται ὑμῖν ὸ οἶκος ὑμῶν ἔρημος·„ καί· οὐ μὴ μείνῃ λίθος λίθον ἐν τῷ τόπῳ τούτῳ, ὃς οὐ μὴ καταλυθῇ·“ περὶ δὲ τῆς ἐκκλησίας· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύουσιν αὐτῆς.“

τὸ δὲ ἄνδρας εὐτελεῖς καὶ ἀγροίκους ἐξ ἁλείας μεταγαγεῖν τὴν ἀρχὴν καὶ τούτους νομοθέτας καὶ νομοδιδασκάλους ἀποφῆναι τῆς ἀνθρώπων οἰκουμένης, οἶόν σοι εἶναι δοκεῖ; τὸ δὲ ἐπαγγείλασθαι καὶ λόγῳ μὲν εἰπεῖν ἐ̓ργῳ δὲ ποιῆσαι αὐτοὺς ἁλιέας ἀνθρώπων , καὶ τοιαύτην αὐτοῖς ἀρετὴν τε καὶ δύναμιν παρασχεῖν, ὡς καὶ γραφὰς συντάξαι καὶ βίβλους παραδοῦναι, καὶ τούτας εἰς τοσοῦτον κρατῦναι, ὡς καθ’ ὅλης τῆς οἰκουμένης παντοίᾳ γλώσσῃ βαρβάρων τε καὶ Ἑλλήνων μεταβαλλομένας παρὰ πᾶσι τοῖς ἔθωεσι μελετᾶσθαι, καὶ πιοτεύεσθαι θεῖα εἶναι λόγια τὰ ἐν αὑταῖς καταβεβλημένα.

οἱον δὲ καὶ τὸ αὐτὸν προφητεῦσαι τὸ μέλλον καὶ τοῖς μαθηταῖς προμαρ-

[*](1 Theoph. Syr. III, 24. — 6 φροφητ. — 11 καταβεβλ. vgl. Theoph. graece II, 3. — 20 Matth. 23, 38. — Matth. 24, 2. — 22 Matth. 16, 18. — 24 Theoph. Syr. III, 28. — 27 Matth. 4, 19.)[*](1 δὲ N, δὴ H Ι 4 νοερᾶς καὶ λογικῆς H, ∾ N, intelligent and rational Syr. Ι 8 θεοσεβέσιν, über der Zeile φιλέσιν N Ι 11 οὕτω Val., Syr., αὐτῶ HN Ι 16 προσρήσεις H Ι 24 ὁλίας H Ι 25 τὴν ἀρχὴν „überhaupt“ Wil., εἰς Hkl, Syr. to that of rule (,,in potestatem“) Ι 26 τὸ δὲ HSS, οἷον δὲ τὸ Hkl | nach καταβεβλημένα + ὅσον εἰς ἀπόδειξεν ἐναργῆ τῆς αὐτοῦ θεότητος, Ν, < H)
v.1.p.257.

τύρασθαι, ὡς ἄρα ἐπὶ βασιλέων καὶ ἡγεμόνων μέλλοιεν ἄγεσθαι τιμωρεῖσθαί τε καὶ τὰς ἐσχάτας ὑπομένειν κολάσεις, οὐ διά τινα πρᾶξιν ἄτοπον διὰ μόνην δὲ τὴν εἰς τοῦτον ὁμολογίαν; τὸ δὲ καὶ προθύμως αὐτοὺς ταῦθ' ὑπομεῖναι παρασκευάσαι εὐσεβείας τε ὅπλοις οὕτω φράξαι, ὡς ἀδάμαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπάλους ἀμῶσι διαφαίνεσθαι, ποῖον οὐκ ἂν ὑπερβάλοιτο λόγον,.

τὸ δὲ μὴ μόνον ἐκείνους τοὺς αὐτῷ παρηκολουθηκότας, ἀλλ' ἤδη καὶ τοὺς ἐκείνων διαδόχους καὶ αὐθις τοὺς μετέπειτα γενομένους καὶ τοὺς εἰσέτι δεῦρο καθ’ ἡμᾶς αὐτοὺς οὕτω τῆς ψυχῆς νευρῶσαι τὰς δυνάμεις, ὡς μηδὲν ἄξιον θανάτου πράξαντας παντοίας κολάσεις καὶ πᾶν εἶδος στρεβλωτηρίων μεθ’ ἡδονῆς ὑπομένειν εὐσεβείας χάριν τῆς εἰς τὸν τῶν ὅλων θεόν, ποῖον οὐκ ἂν ὑπερβάλοιτο

ἀλλὰ βασιλέων εἰς τοσοῦτον αἰῶνα τίς πώποτε κρατῶν διετέ- λεσεν; τίς δ’ οὕτω στρατηγεῖ μετὰ θάνατον καὶ τρόπαια κατ' ἐχθρῶν ἵστησι, καὶ πάντα τόπον καὶ χώραν καὶ πόλιν, Ἑλλάδα τε καὶ βάρβαρον, ὑποτάττει, ἀοράτῳ καὶ ἀμφανεῖ δεξιᾷ τοὺς ἀντιπάλους χειρού- μενος;

τό γε μὴν κεφάλαιον τῶν εἰρημένων, ἡ πανταχοῦ γῆς διὰ τῆς αὐτοῦ δυνάμεως πρυτανευθεῖσα εἰρήνη, περὶ ἧς τὰ εἰκότα προ- λαβόντες εἰρήκαμεν, ποῖον οὐκ ἂν συκοφαντῶν ἀποφράξειε στόμα, οὕτω μὲν ἔργῳ συνδραμούσης τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ καὶ τῷ καταβληθέντι ὑπ' αὐτοῦ τῷ παντὶ κόσμῳ κηρύγματι τῆς τῶν ἐθνῶν πάντων ὁμονοίας τε καὶ συμφωνίας, οὕτω δὲ πρόπαλαι ὑπὸ τῶν τοῦ θεοῦ προφητῶν προαναπεφωνημένης τῆς κοσμικῆς τῶν ἐθνῶν εἰρήνης τοῦ τε πρὸς αὐτοῦ καταβληθέντος τοῖς ἔθνεσι λόγου; ἐπιλείψει με, βασιλεῦ, τὸ πᾶν τῆς ἡμέρας μῆκος τὰς ἐναργεῖς ἀποδείξεις τῆς ἐνθέου δυνάμεως τοῦ σωτῆρος ἡμῶν τὰς ἐκ τῶν εἰσέτι νῦν ὁρωμένων ὑφ' ἕν πειρώμενον συνέγειν καὶ συνιστᾶν, ὅτι μηδεὶς πώποτε τῶν ἐξ αἰῶνος μήτε παρ' Ἕλλησι μήτε παρὰ βαρβάροις τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν ἐπιδέδεικται, ὅλην ὁ σωτὴρ ὁ ἡμέτερος.

τί δὲ λέγω ἀνδρῶν ὁπότε μηδ’ αὐτῶν τῶν παρὰ πᾶσιν τοῖς ἔθνεσι θεολογουμένων τοιαύτη τις πέφηνεν ἐπὶ γῆς φύσις ἢ δεικνύτω ὁ βουλόμενος, παρίτω δὲ πᾶς φιλόσοφος καὶ ἡμῖν λεγέτω, τίς ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσέν ποτε θεὸς καὶ ἥρως αἰωνίον

[*](1 Mark. 13, 9. — 17 Theoph. Syr. III, 33.)[*](2 ἐσχάτους H | 4 xam H, ταῦθ’ N Ι 6 u. 12 ὑπερβάλοιτο, aber das zw, ausradiert, H | 12 τὸν + Val.(?) Ι τῶν aus τὸν N Ι 14 οὕτος H Ι 17 μὴν < H Ι συνδραμουση H | 24 Wortfolge λόγου τοῖς ἔθωεσιν N | 25 τὰς ἐναργεῖς ἀποδ. N, the open proofs Syr., τῆς ἐνεργείας ἀποδ. H | 26 τὰς < (?) Wil. | 27 καὶ H (u. Syr.), < N Ι 30 ὁ ἡμέτερος H, ἡμῶν N Ι ὅτε H Ι 31 πέμηνεν aus υκ N, has appeared Syr. Ι 33 ἤκουσται, aber ται aus ε, N. Eusebius I.)
v.1.p.258.

ζωῆς οὐρανίου τε βασιλείας μαθήματα πρόξενα παραδεδωκὼς ἀνθρώποις, οἷα ὁ ἡμέτερος σωτήρ, φιλοσόφοις δόμασιν μυρία πλήθη καθ' ὅλης τῆς οἰκουμένης συνασκεῖσθαι ποιήσας, οὐρανόν τε πείσας μεταδιώκειν καὶ τὰς ἐν οὐρανῷ διατριβὰς θεοφιλέσι Ψυχαῖς ἀποκειμένας ἐλπίςειν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως ἄνδρωπος τὴν ἀφ' ἀνίσχοντος μέχρι δυομένου, μόνον οὐχὶ τὸν ἴσον ἡλίῳ διϊππεύσας δρόμον, ταῖς λαμπροτάταις τῆς αὐτοῦ διδασκαλίας αὐγαῖς κατηύγασἐν τε καὶ ἐφώτισεν, ὡς πανταχοῦ γῆς ἑνὶ θεῷ πᾶν ἔθνος μίαν καὶ τὴν αὐτὴν ἐπιτελεῖν λατρείαν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως πάντας θεούς τε καὶ ἥρωας Ἑλληνικούς καὶ βαρβάρους παραγκωνισάμενος, μηδένα μὲν ἐκείνων θεὸν εἶναι νομίξειν ἐνομοθέτησεν καὶ νομοθετήσας ἔπεισεν· ὲ́πειτα πολεμηθεὶς ὑπὸ πάντων, εἷς ὤν αὐτὸς τὸ πᾶν τῶν ἐναντίων στρατόπεδον καθεῖλεν, τῶν ἐξ αἰῶνος ἁπάντων θεῶν τε καὶ ἡρώων κρατῶν, ἀπὸ περάτων ὡς καθ’ ὅλης τῆς οἰκουμένης θεοῦ μόνον μόνον αὐτὸν πρὸς τῶν ἐθνῶν ἁπάντων ἀνα- γορεύεσθαι;

τίς τοῖς τὸ μέγα στοιχεῖον τῆς γῆς οἰκοῦσι τοῖς τε κατὰ γῆν καὶ τοῖς κατὰ θάλατταν ἐφ' ἑκάστης ἑβδομάδος τὴν κυριακὴν χρηματίζουσαν ἡμέραν ἑορτὴν ἄγειν ἐπὶ ταὐτὸν συνιόντας παρα- δέδωκεν, καὶ οὐ τὰ σώματα πιαίνειν τὰς δὲ ψυχὰς ἐνθέοις παιδεύμασιν ἀναζωπυρεῖν παρεσκεύασεν ; τίς θεὸς ἢ καὶ ἥρως οὕτω πολε- μηθεὶς ὡς ὁ ἡμέτερος σωτὴρ τρόπαια νικητήρια κατὰ τῶν ἐχθρῶν ἤγειρεν; οἱ μὲν γὰρ οὐ διέλιπον ἐξ ἀρχῆς καὶ εἰς τέλος αὐτοῦ τὰ μαθήματά τε καὶ τὸν λαὸν πολιορκοῦντες, ὁ δ’ ἀφανὴς ἀφανῶς τοὺς οἰκείους αὐτοῖς ἱεροῖς οἴκοις ἐπὶ μέγα δόξης προῆγεν.

καὶ τί δεῖ λόγοις τὰς παντὸς λόγου κρείττονας ἐνθέους δυνάμεις τοῦ σωτῆρος ἡμῶν φιλοτιμεῖσθαι συνάγειν, ὅτε καὶ σιωπώντων ἡμῶν αὐτὰ βοῶσι τοῖς ὦτα ψυχῆς κεκτημένοις τὰ πράγματα, τοῦτο ξένον ἀληθῶς καὶ παράδοξον καὶ ἕν μόνον ἐξ αἰῶνος τὸν κόσμον ἀνθρώπων ἐνηνοχέναι,

[*](5 Theoph. Syr. 111, 34. — 20 Theoph. Syr. III, 37.)[*](1 πρόξενα < Ν | 5 ἄνθρωπος < Christoph., Syr. Ι 9 λατρείαν auf Ras. 10 nach Ἑλλ. + τε H Ι 14 κριτῶν H Ι ἀπὸ περάτων < u. ὡς (statt ἴως HSS) Hkl, as to be called throughout the whole creation Syr. Ι nach ἀνθρώπων ungef. 10 Buchst, ausradiert in H Ι 15 nach ἀναγορ. + παρασκεύασας N, < H u. Syr. 16 τίς < H Ι τοῖς N, οἶς H Ι τοῖς über der Zeile N Ι 18 ταὐτὸ N Ι συνόντας H Ι οὐ τὰ H, αὐτὰ H Ι 28 καὶ ἒν μόνον τὸν βροτὸν ἀνθρώπων ἐνηνοχέναι καὶ Η corrupt!, at any period too it must be a singular thing (which) He brought to this world of mankind and Syr. Lee bezeichnet den Syrischen Text als sehr dunkel u. wahrsch. verdorben; Tallqvist: „et ab aeternitate hoc miraculum in mundum hominum duxit"(?) Ι 28 ἐξ αἰῶνος + hier u. Ζ. 29 μόνον ἐξ αἱ. < κόσμον Hkl βροτόν HSS | καὶ < Hkl u. Wil.; ganz ürlich: καὶ ἕν μόνον ἐπὶ τῶν βροτῶν ὤφθη γένους τὸ ἀνθρώποις ἐνηνοχέναι τὰ τοιαδὶ N .)
v.1.p.259.

καὶ τὸ ἀληθῶς παῖδα θεοῦ μόνον ἐξ αἰῶνος τοῖς ἐπὶ γῆς ὦφθαι.