De Laudibus Constantini

Eusebius

Eusebius, De Laudibus Constantini, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

Ἀλλὰ γὰρ τοῦτων ὧδε ἐχόντων, ὥρα καὶ ἐπὶ τὰς ἀπο- δείξεις ἐλθεῖν, εἰͅ δὴ ἀποδείξεως δεῖ τῆς τούτων ἀληθείας, καὶ εἰ δὴ ἐναργῶν πραγμάτων ἀναγκαῖον πιστώσασθαι τὰς μαρτυρίας· δέχου δὲ ταύτας εὐγνώμονα τῷ λόγῳ τὴν ἀκοὴν παρασκευάσας.

διᾴρητο μὲν πάντα τὰ πάλαι ἐπὶ γῆς ἔθνη, καὶ τὸ πᾶν τῶν ἀνθρώπων γένος εἰς ἐπαρχίας καὶ ἐθναρχίας καὶ τοπαρχίας τυραννίδας τε καὶ πολυαρχίας κατετέτμητο, ἐξ ὧν μάχαι συνεχεῖς καὶ πόλεμοι δημώσεις τε καὶ ἀνδραποδισμοὶ κατ᾿ ἀγροὺς καὶ κατὰ πόλεις οὔποτ᾿ αὐτοὺς διελίμπανον, ἱστοριῶν τε ὑποθέσεις μυρίαι, μοιχεῖαί τε καὶ γυναικῶν ἁρπαγί, ἔνθεν τὰ Ἰλίου κακὰ καὶ αἱ παρὰ πᾶσιν ἀνθρώ- [*](6 Joh. 1, 29. — 7 Jes. 53, 7.-9 Jes. 53, 4—6. — 28ff. vgl. Euseb. Praep. Ev. V, 1 = 178 d ff. 1 ἐλέλυτο Ν, ἐλύετο Η | 2 ἀπατηλὴ Ν | 3 θῦμα Τh. gr., Syr., θῦμα, aber ein Buchst, ausradiert nach θ, H, θαῦμα N | 6 Wortfolge λέγουσαι ὧδέ πη N | 16 οὖν am Rande H | 18 ἑταῖρος H | 20 τὴν ἀπαρχὴν Th. gr., H, ὡς ἀπαρχὴν N | 22 πάλαι συντ. H, παλαιῶν N, πάλαι Th. gr. | 23 τοῦτο Th. gr., τοῦτ H, τοῦθ´᾿ H | 25 δὴ H, δι᾿ N | 26 δὴ Val., δι᾿ HSS | 29 ἐπαρχίας καὶ < H.)

v.1.p.249.
ποις μνημονευόμεναι τῶν παλαιῶν τραγῳδίαι.

τούτων δ' οὐκ ἂν ἁμάρτοις τὰς αἰτίας τῇ πολυθέῳ πλάνῃ προσγράφων. ὡς δὲ τὸ σωτήριον ὄργανον, αὐτὸ δὴ τὸ πανάγιον τοῦ Χριστοῦ σῶμα, τὸ κρεἱττον ἁπάσης δαιμονικῆς πλάνης καὶ ἐνεργείας ὀφθὲν κακίας τε τῆς δι' ἔργων καὶ λόγων ἀλλότριον, νικητήριον τρόπαιον κατὰ δαιμόνων παλαιῶν τε κακῶν ἀποτρόπαιον ἀνυψοῦτο, ἐλύετό τε αὐτίκα πάντα δαιμόνων ἔργα καὶ οὐκέτ’ ἠσαν τοπαρχίαι καὶ πολυαρχίαι. τυραννίδες τε καὶ δημοκρατίαι, αἱ τε διὰ ταῦτα συνιστάμεναι κατὰ πόλεις καὶ κατὰ χώρας δᾐώσεις καὶ πολιορκίαι, ἀλλὰ θεὸς μὲν x003E; εἰς πάντας ἐκηρύττετο·

ἐν ταὐτῷ δὲ καὶ βασιλεία μία τοῖς πᾶσιν ἡ Ῥωμαίων ἐπήνθει, ἀνῄρητό τε ἀθρόως ἡ ἐξ αἰῶνος ἄσπειστος καὶ ἀκατάλλακτος τῶν ἐθνῶν ἔχθρα. ὡς δὲ ἑνὸς θεοῦ γνῶσις πᾶσιν ἀνθρώποις παρεδίδοτο καὶ τρόπος εἶς εὐσεβείας σωτήριός τε ἡ Χρι- στοῦ διδασκαλία, κατὰ ταῦτα καὶ βασιλέως ἑνὸς ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον καθ' ὅλης τῆς Ῥωμαίων ἀρχῆς ὑποστάντος εἰρήνη βαθεῖα τὰ σύμπαντα διελάμβανεν· ὁμοῦ τε καὶ ὑφ’ ἑνὶ καιρῶ ὥνπερ ἐξ ἑνὸς Μου νεύματος ἀνεφύοντο εἰς ἀνθρώπους ἀγαθῶν δύο βλαστοί, ἥ τε Ῥωμαίων ἀρχὴ καὶ ἡ εὐσεβὴς διδασκαλία.

πρό γε μὴν ταύτης οἱ μὲν ἀφωρισμένως Συρίας ἐκράτουν, οἱ δὲ τῆς Ἀσίας ἐβασίλευον, ἄλλοι δὲ Μακεδονίας, τὴν δὲ Αἴγυπτον ἀποτεμόντες ἕτεροι κατεῖχον, καὶ χώραν τὴν Ἀράβων ὡσαύτως ὡσαύτως ναὶ μὴν καὶ Παλαιστινῶν τὸ Ἰουδαίων ἐκράτει γένος, καὶ κατὰ κώμας τε καὶ πόλεις καὶ κατὰ πάντα τόπον ὥσπερ ὑπό τινος παραπληθίας κατ' ἀλλήλων φονῶντες καὶ δαιμονῶντες ἀληθῶς πολέμοις καὶ μάχαις ἐσχόλαζον.

ἀλλὰ γὰρ ἀθρόως ἅπαντα ὥσπερ ἀπὸ νύσσης μιᾶς δύο μεγάλαι προελθοῦσαι δυνάμεις ἡμέρωσάν τε καὶ εἰς φιλίαν συνήγαγον. ἥ τε Ῥωμαίων ἀρχὴ μόναρχος ἐξ ἐκείνου φανθεῖσα καὶ ἡ τοῦ Χριστοῦ διδασκαλία, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ συνακμάσασαι ἀλλήλαις.

ἡ μέν γε τοῦ σωτῆρος ἡμῶν δύναμις τὰς τῶν δαιμόνων πολυαρχίας τε καὶ πολυθείας καθεῖλε, μίαν βασιλείαν θεοῦ πᾶσιν ἀνθρώποις Ἑλλησί τε καὶ βαρβάροις καὶ μέχρι μέχρι τῶν ἐσχατιῶν τῆς γῆς κηρύττουσα·

[*](6 — 8. 259, 2 vgl. Euseb. Theoph. Syr. III, —38 (Lee Transl. Engl. S. 155, 15–174, 10). — 26 Theoph. Syr. III,)[*](4 καὶ N, ἢ H Ι 5 κατὰ δαιμόνων hierher versetzt von Val., nach ἀποτρό- παιον in HSS Ι 6 Wortfolge παλαιῶν τε Val., τε παλ. HSS Ι λύετο H Ι 8 ἄγη H Ι 9 πολιορκίαι, ορ auf Ras., N Ι εἷς + Val., one Syr. Ι 11 ἄσπειστος Val., peaceless Syr., ἄπιστος HSS Ι 12 ἐθνῶν Wil., ἐχθρῶν HSS Ι 13 H Ι σωτηρίας τε Val., ötig, vgl. 250,5 Ι 14 βασιλέως. king Syr. HSS Ι 20 ἀποτεμοῦντες H Ι 21 Ἀρράβων N Ι 22 καὶ + Hkl Ι 21 ἀληθῶς ἀλήκτῶς Wil. Ι 31 καθῆςε H.)
v.1.p.250.

ἡ δὲ Ῥωμαίων ἀρχή, ὡς ἂν προκαθῃρημένων τῶν τῆς αἰτιῶν, τὰς ὁρωμένας ἐχειροῦτο, εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν τὸ Πᾶν γένος ουνάπτειν σπεύδουσα, καὶ τὰ πολλὰ μὲν παντοίων ἐθνῶν συναγαγοῦσα, μέλλουσα δὲ ὅσον οὔπω καὶ αὐτῶν ἄχρι τῶν ἄκρων τῆς οἰκουμένης ἐφάπτεσθαι, τῆς σωτηρίου διδασκαλίας σὺν θεϊκῇ δυνάμει προεξευμαριζούσης αὐτῇ τὰ πάντα καὶ ὁμαλὰ καθιστώσης.

τοῦτό γέ τοι ἂν εἴη τὸ μέγα θαῦμα τοῖς φιλαλήθως τὸν νοῦν ἐφιστῶσι καὶ μὴ τοῖς καλοῖς βασκαίνειν ἐθέλουσιν· ὁμοῦ τε γὰρ ἡ τῶν δαιμόνων ἀπηλέγχετο πλάνη, ὁμοῦ καὶ ἡ ἐξ αἰῶνος ἔχθρα καὶ μάχη τῶν ἐθνῶν διελύετο, καὶ πάλιν ὁμοῦ θεὸς εἶς καὶ μία τούτου γνῶσις εἰς πάντας ἐκηρύττετο, ὁμοῦ καὶ βασιλεία μία ἐν ἀνθρώποις ἐκρατύνετο, καὶ τὸ πᾶν ὁμοῦ τῶν ἀνθρώπων γένος εἰς εἰρήνην καὶ φιλίαν μεθηρμόζετο, ἀδελφούς τε ὡμολόγουν ἀλλήλους οἱ πάντες καὶ τὴν οἰκείαν φύσιν ἐγνώριζον΄. αὐτίκα γοῦν ὥσπερ ἐξ ἑνὸς φύντες πατρὸς ἑνός τε θεοῦ οἷα παῖδες καὶ μητρὸς μιᾶς, τῆς ἀληθοῦς εύσεβείας, εἰρηνικῶς ἀλλήλους ἠσπάζοντό τε καὶ ἀπελάμβανον, ὡς μη- δὲν ἀποδεῖν ἐξ ἐκείνου τὴν σύμπασαν οἰκουμένην μιᾶς εὐνομουμένης οἰκετείας τε καὶ συγγενείας, ἐξεῖναί τε πορείας ὅτῳ φίλον στέλλεσθαι ἀποδημεῖν τε ὅπη τις θέλοι σὺη πάγῃ ῥᾳστώνῃ, καὶ τοὺς μὲν ἀπὸ δυσμῶν ἀκινδύνως ἐπὶ τὰ ἑῷα παριέναι, τοὺς δὲ ἐνθένδε πάλιν ἐκεῖσε ὡς ἐπὶ πατρίδας οἰκείας στέλλεσθαι, πληροῦμαί τε παλαιῶν χρησ- μῶν λόγια καὶ προφητῶν ἀναφωνήσεις, μυρίας μὲν καὶ ἄλλας ἅς οὐ νῦν παρατίθεσθαι σχολή, ἀτὰρ δὲ καὶ τὰς ἀμφὶ τοῦ σωτηρίου λόγου ὡδέ πη βοώσας· κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.“ καὶ αἶθες· „ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.“ „ καὶ συγκό- ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα. καὶ οὐ μὴ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν."

8 ταῦτα προὐλέγετο καὶ φωναῖς Ἑβραίων ἐξ αἰῶνος μακροῦ προεκηρύττετο· ταῦτα τοῖς ἔργοις καθ’ ἡμᾶς αὐτοὺς ὁρώμενα τῶν παλαιῶν φωνῶν πιστοῦται τὰς μαρτυρίας. σὺ δὲ δὴ εἰ ποθεῖς

[*](24 Psal. 72, 8. — 25 Psal. 72, 7. — 26 Jes. 2, 4. — 30 Theoph. Syr. III, 3.)[*](3 πάντων H Ι 4 ἄχρι < Hkl Ι 7 τὸ < Hkl Ι μέγα auf Ras. N Ι 8 ἐθέλουσι das erste ε auf Ras. H Ι 9 δαιμόνων H, ἐλέγχων N Ι 10 τούτου, ου auf Ras., N, τούτω H Ι 15 πατρὸς Val., Father Syr., πρὸς HSS Ι 18 οἰκετείας τε H, household Syr., οἰκίας N Ι 19 ὅπη H, ὅποι N Ι θέλοι H, θέλει N | 25 ποτάμων N, τῶν ποτάμων H, ποτάμου Vet. Test. Ι περάτων N, Vet. Test., τῶν περάτων H Ι 28 λήψηται N, οὐ μὴ) λήψεται Vet. Test. Ι 32 δὲ δὴ Hkl, then Syr., δ’ ἀλλ’ HN.)
v.1.p.251.

ἑτέρων ἀποδείξεων περιουσίας, μὴ λόγοις ἀλλ’ ἔργοις ταύτας λάμβανε. διάνοιξον τῆς σαυτοῦ διονοίας τοὺρ ὀφθαλμούς, καὶ τοῦ λογισμοῦ τὰς πύλας ἀναπέτασον, πολύ τε ἐπισχὼν παρὰ σαυτῷ λόγισαι, αὐτός τε σαυτὸν ἐρώτα, καὶ ὡς παρ' ἑτέρου πυνθάνου, ὧδέ πη τὴν τῶν πραγμάτων φύσιν διερευνώμενος· τίς πώποτε τῶν ἐξ αἰῶνος βασιλεὺς ἢ ἄρχων ἢ φιλόσοφος ἢ νομοθέτης ἢ προφήτης Ἑλληνικὸς ἢ βάρβαρος τοσοῦτον ἀρετῆς ἀπηνέγκατο, οὔτι γε μετὰ θάνατον ἀλλ’ ἔτι ζῶν καὶ ἐμπνέων καὶ πολλὰ δυνάμενος, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; ἀλλὰ τοῦτό γε οὐδεὶς ἢ μόνος εἷς ὁ ἡμέτερος σωτὴρ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διεπράξατο, τοῖς αὐτοῦ γνωρίμοις λόγον εἰπὼν καὶ ἔργῳ τελέσας, „πορευθέντες γοῦν μαθητεύσατε Πάντα τὰ ἐν τῷ ὀνόματί μου“ φήσας αὐτοῖς. προειπών τε καὶ μενος, ὡς ἄρα δεῖ τὸ εὐαγγἐλιον αὐτοῦ κηρυχθῆναι ἐν ὄλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν, ἅμα λόγῳ τοὔργον ἐπήγαγεν. αὐτίκα δ' οὑν καὶ οὐκ εἰς μακρὸν ἡ σύμπασα οἰκουμένη τῶν αὐτοῦ λόγων ἐπληροῦτο.

τί οὖν ἔχοι ἂν πρὸς τοῦτο εἰπεῖν ἡ κατ' ἀρχὰς τοῦ λόγου ἡμῖν ἐπιμεμψάμενος, ὁπότε παντὸς λόγου κρείττων ἡ διὰ τῆς ὄφεως τυγχάνει μαρτυρία; ἀλλὰ γὰρ ἀπὸ τοῦ προτέρου μεταβάς, ἐλθὲ καὶ ἐφ' ἕτερον καὶ σκέψαι παρὰ σαυτῷ· τίς πώποτε ἐκ τοῦ παντὸς αἰῶνος νόμους εὐσεβεῖς καὶ σώφρονας λόγῳ μόνῳ δίχα πάσης γραφῆς διαταξάμενος, τούτους διὰ τῶν αὐτοῦ φοιτητῶν ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα τῆς ὅλης οἰκουμένης, διδασκαλεῖα παν- ταχοῦ γῆς ἀνοίξας, εἰς ἐπήκοον ἀνθρώποις πᾶσι βαρβάροις ὁμοῦ καὶ Ἕλλησιν ἀναγινώσκεσθαι ῥᾳδίως ἐκράτυνεν; ἀλλ' οὐκ ἂν εὕροις ἐπιζητήσας ἄλλον. καὶ τοῦτο δὴ μόνου τοῦ ἡμετέρου σωτῆρος ἔργον ἠν. ὅ δὴ μετὰ τὸν θάνατον αὐτοῦ πεπραγμένον τῆς ἐνθέου ζωῆς τε καὶ δυνάμεως αὐτοῦ παραστατικὸν ἂν εἴη. ἀλλ' οὐδὲ τοῦτο πείθει τὸν ἀπειθῆ. οὐκοῦν ἡμῖν αὐτὸς λεγέτω ποθοῦσι μαθεῖν, ἤ τίς ποτε ἄλλος τῶν ἐν ἀνθρώποις ἐπὶ σοφίᾳ βοηθέντων ἔθη βάρβαρα καὶ ἀνήμερα βαρβάρων ἐθνῶν τοῖς φιλανθρωποτάτοις αὐτοῦ παρέλυσε νόμοις, ὡς μηκέτι τοὺς αὑτῷ μαθητευομένους ἐν Σ̓κύθαις άνθρωποβορεῖν, μηδ' ἐν Πέρσαις μητρογαμεῖν, μηδ’ ἄλλους κυοὶ παραβάλλειν τοὺς ἑαυτῶν νεκρούς, μηδ’ ἑτέρους ἀγχόνῃ παραδιδόναι τοὺς 7

[*](12 Matth. 28, 19. - 14 Matth. 24, 14. — 17 Theoph. Syr. III, 5. — 29 Theoph. Syr. III, 7. — 31 ff.: vgl. Euseb. Praep. Ev. I, 4 = p. 11c.)[*](3 παρ' ἑαυτῶ Ν|4 πυνθάνη H Ι 1 3 προαποφην. H., previously revealed Syr., ἀποφην. N Ι 19 ἀλλὰ γὰρ — 252,32 ἀγωνίζεσθαι < N Ι 19 τοῦ ob richtig? | 21 εὐσεβεῖς Hkl, εὐσεβείας H Ι 22 ταύτους Ηkl, τούτοις Η Ι 23 δι· δασκαλεῖα Hkl, διδασκαλία H, doctrine Syr. | 29 ἥ <)
v.1.p.252.

ρακότας, μηδ’ ἕτερα τούτων ἀδελφὰ ὠμὰ καὶ θηριώδη παρ' ἐτέροις ἐπιτελεῖσθαι. ἀλλὰ μικρὰ ταῦτα τυγχάνει δείγματα τῆς τοῦ σωτῆρος ἡμῶν μετὰ τὸν θάνατον ἐνθέου ζωῆς. θέα δὴ καὶ ἕτερα τούτων μείζω, σκεψάμενος τίς πώποτε ἐν ἀνθρώποις τοσούτοις δὴ χρόνοις ὑπὸ πάι των ἀνθρώπων, ἀρχόντων τε καὶ βασιλέων, πολιτῶν τε καὶ στρατοπέδων, δήμων τε καὶ Μνῶν, πολεμηθεὶς καὶ εἰς ἀεὶ πολεμού- μενος τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο. ὡς ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου. τίς δὲ καὶ ἄλλος τῶν ἐξ αἰῶνος ὁμοίως τῷ ἡμετέρῳ σωτῆρι ἔθνος τὸ μηδ’ ἀκουσθὲν ἄλλοτέ ποτε ἐπ' ὀνόματι τῷ αὐτοῦ συστήσασθαι βουληθείς, τοῦτο οὐκ ἐν γωνίᾳ ποι γῆς λεληθὼς ἀλλὰ καθ' ὅλης τῆς ὑφ' ἥλιον ἱδρύσατο, δυνάμει θεϊκῆς ἐξουσίας πέρας ἐπιθεὶς τῷ αὐτοῦ βουλήματι; θεὸν δὲ μόνον τὸν ἐπέκεινα οὐρανοῦ καὶ τοῦ παντὸς κόσμου γνωρίζειν τε καὶ σέβειν πάντα τὰ ἔθνη τίς πωποτε διδάξαι προὔθετο; κἄπειτα τοιοῦτον προθέμενος σκοπὸν εἰς ἔργον ἤγαγε τὸ κατόρθωμα, μόνον οὐχὶ δι' αὐτῆς ἐνεργείας φιλόθεον ἀποφήνας τὸ πεπραγμένον· ὅ δὴ καὶ μάλιστα πᾶν ἄθυρον ἀπέφραξε στόμα, ὅτι δὴ τὸν ἀνωτάτω κηρύξας θεὸν καὶ τοῦτον μόνον ἀληθῆ γνωρίζειν τοῖς πᾶσιν ἔθνεσιν ἐγκελευσάμενος, ὡς ἂν τὰ φίλα τῷ θεῷ βουληθείς, τῆς πρὸς αὐτοῦ τοῦ πρεσβευομένου συνεργίας τε καὶ βοηθείας ἠξιώθη.

τὰ δ' ἐπὶ τῷ τοιούτῳ κηρύγματι συμπαραληφθέντα μαθήματα καὶ πᾶσιν εἰς ἐπήκοον παραδοθέντα ἔργῳ τε κρατυνθέντα ὁποῖα τυγχάνει; θέα καὶ σκέψαι. ἥ τίς καὶ ἄλλος τῶν πώποτε, τὰς τῶν ἀνθρώπων ψυχὰς λογικῷ φωτὶ καταλάμψας, καταγελάσαι τῆς πατρίου πλάνης αὐτοὺς παρεσκεύασεν, ὡς μηκέτι λίθοις καὶ ξύλοις μήδ' ἀψύχῳ ὕλῃ τὴν Θείαν περιάπτειν προσηγορίαν. Αἰγυπτίους δὲ τοὺς πάντων δεισιδαιμονεστάτους, ἀφ' ὧν καὶ εἰς Ἕλληνας τὰ τῆς πολυθέου πλάνης προῆλθεν, τίς ἄλλος πλὴν τοῦ ἡμετέρου σωτῆρος μηκέτ' ἀφρονεῖν ἔπεισεν, μηδἐ γε θηρσὶ καὶ ἑρπετοῖς καὶ ζώων ἀλόβων τοῖς ἀτιμοτάτοις τὴν σεβάσμιον ἀπονέμειν τιμήν, μόνον δὲ τὸν ἐπὶ πάντων γνωρίζειν θεόν, καὶ διὰ παντοίων θανάτων ὑπὲρ τῆς ἀγωνίζεσθαι. τίς δὲ ἐξ αἰῶνος τὸ βλαπτικὸν καὶ ὀλέθριον δαιμόνων φῦλον, τὸ πάλαι πᾶσαν ἀνθρώπων φύσιν ἐπινεμόμενον καὶ διὰ τῆς τῶν ξοάνων κινήσεως πολλὰς ἐν ἀνθρώποις γοητείας ἐπιδεικνύμενον, ἀοράτῳ καὶ κραταιᾷ χειρὶ οἷα θῆρας δεινοὺς τῆς

[*](17 vgl. öm. 3, 19. — 23 Theoph. Syr. III, 11. — 32 Theoph. Syr. III, 13.)[*](4 nach μείζω ein Buchst, ausrad. H Ι 7 ὁσημέραι, αι auf Ras., H Ι 23 σκέψαι Hkl, consider Syr. σκέψις H Ι 25 αὐτοὺς Wil., αὐτὸς H Ι 26 αἰγυπτίους Nolte, Hkl, αἰγυπτίων H Ι 31 καὶ + (Hkl), and Syr. Ι 33 ἐπινεμόμενος H Ι 35 δεινοὺς H, δεικνὺς N.)
v.1.p.253.

ἀνθρώπων ἀπεδίωξεν ἀγέλης; τίς δ' ἕτερος ὡς ὁ ἡμέτερος σωτὴρ διὰ τῆς εἰς αὐτὸν ἐπικλήσεως καθαρωτάταις εὐχαῖς ταῖς δι’ αὐτοῦ πρὸς τὸν τῶν ὅλων θεὸν ἀναπεμπομέναις τὰ λείψανα τῶν πονηρῶν πνευμάτων ἐξ ἀνθρώπων ἀπελαύνειν ἐπ' ἐξουσίας ἔδωκεν τοῖς καθαρῶς καὶ ἀπλάστως μετερχομένοις τὸν βίον τῆς ὑπ' αὐτοῦ παρακοθείσης φιλοσοφίας; ἀναίμους δὲ καὶ λογικὰς θυσίας τὰς δι’ εὐχῶν καὶ ἀπορρήτου θεολογίας τοῖς αὐτοῦ θιασώταις τίς ἐπιτελεῖν παρέδωκεν ἄλλος ἢ μόνος ὁ ἡμέτερος σωτήρ;

διὸ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια ουνέστη ἐκκλησιῶν τε ἀφιερώματα, νοερῶν τε καὶ λογικῶν θυσιῶν ἱεροπρεπεῖς λειτουργίαι μόνῳ τῷ παμβασιλεῖ θεῷ πρὸς ἁπάντων τῶν ἐθνῶν ἀναπεμπόμεναι. τὰς δὲ δι' αἱμάτων καὶ λύθρων καπνοῦ τε καὶ πυρὸς ἐπιτελουμέναις θυσίας τάς τε ὠμὰς ἐκείνας καὶ μανιώδεις ἀνδροκτασίας τε καὶ ἀνθρωποθυσίας τίς ἀφανεῖ τε καὶ ἀοράτῳ δυνάμει σβεσθῆναι καὶ μηκέτι ὑπάρχειν παρεσκεύασεν, ὡς μαρτυρεῖσθαι πρὸς αὐτῆς γε τῆς Ἑλλήνων ἱστορίας; ἐπειδὴ οὐ πρότερον ἀλλ’ ἢ μετὰ τὴν ἔνθεον τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν κατὰ τοὺς Ἀδριανοῦ χρόνους πᾶσαι αἱ πανταχοῦ γῆς κατελύθησαν ἀνθρωποθυσίαι.

τοσούτων ἐναργῶν ἀποδείξεων τὴν μετὰ τὸν θάνατον ἀρετήν τε καὶ δύναμιν τοῦ σωτῆρος ἡμῶν πατουμένων, τίς οὕτω σιδήρεος τὴν ψυχήν, ὡς μὴ συμμαρτυρεῖν τῇ ἀληθείᾳ καὶ τὴν ἔνθεον αὐτοῦ ζωὴν ὁμολογεῖν; ζώντων γὰρ ἄλλ' οὐ νεκρῶν τὰ κατορθώματα, ὄφεις τε ἀδήλων φαοὶν εἶναι τὰ φαινόμενα. αὐτίκα δ’ οὖν χθὲς καὶ πρώην θεομάχων γένος τὸν τῶν ἀνθρώπων βίον ἐκύκα, ἠγέν τε καὶ ἀπῆγεν καὶ πολλὰ ἴσχυεν. ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀπηλλάγη, ἐ δὴ μετὰ ταῦτα ἐπὶ γῆς σκυβάλων έκβλητότερον, ἄπνουν ἀκίνητον ἄναυδον, καὶ οὐκέτ’ αὐτῶν λόγος οὐδείς, οὐ μνήμη· φύσις γαρ αυτη νεκρῶν, καὶ ὁ μηκέτ' ὢν οὐδεὶς ἐστιν. ὁ δὲ μηδεὶς ὤν x003E; πράξειέν τι; ὁ δ’ ἐνεργῶν καὶ πράττων καὶ πλείονα τῶν ζώντων δυνάμενος πῶς ἂν ὑποληφθείη μὴ ὤν; εἰ δ' ἀφανὴς εἴη σαρκὸς ὀφθαλμοῖς, ἀλλ’ οὐκ ἐν αἰσθήσει τὸ κριτήριον, οὐδὲ τεχνικοὺς λογους οὐδ’ ἐπιστημονικὰς Θεωρίας αἰσθήσει σωμάτων καταμανθάνομεν, οὐδὲ νοῦν τὸν ἐν ἀνθρώποις μήτι γε θεοῦ δύναμιν εἶδεν τις πώποτε

[*](1 Theoph. Syr. III, 14. — 16 vgl. Euseb. Praep. Ev. IV, 17 = p. 164 d (Porph. De Abstin. II, 56). — 19 Theoph. Syr. III, 17. — 27 Theoph. Syr. II, 19.)[*](8 ὁ < H Ι καθ’ ἄλης τῆς H, ἐπὶ τῆς ὅλης N Ι 12 τε καὶ πυρὸς ἐπιτελ. completed . . with fire Syr., τε προσεπιτελ. HN | 15 παρεσκεύασεν Ν, vgl. 257, 4 u. 258, 20, κατεσκεύασεν H Ι 20 σιδήρεος, ε auf Ras., H, σιδήριος N Ι 24 μάχον H Ι 25 δὲ N, δὴ H Ι 28 οὐδ’ ἄν + WiL, and that which is (as) nothing, is likewise inoperative Syr. Ι 30 ὑπολειφθείη H.)
v.1.p.254.

ἀφθαλμοῖς, ἀλλ' ἐκ τῶν ἔργων τὰ τοιάδε πέφυκεν ἐπινοεῖσθαι.

διὸ δὴ καὶ ἐπὶ τοῦ ἡμετέρου σωτῆρος τὴν ἀφανῆ δύναμιν αὐτοῦ προσή- κοι ἂν ἐκ τῶν ἔργων ἐπισκοπεῖν καὶ διακρίνειν, εἴτε χρὴ ζῶντος ὁμολογεῖν τὰ εἰσέτι δεῦρο πρὸς αὐτοῦ κατορθούμενα, εἴτε καὶ μὴ ὄντος εἶναι λέγειν· ἢ μωρὸν καὶ ἀσύστατον τὸ ἐρώτημα· τὸν γὰρ μὴ ὄντα πῶς ἄν τις εὐλόγως εἴποι ἂν εἶναι; τὸ γὰρ μὴ ὃν πάσαις ψήφοις οὐκ εἶναι ἀποπέφανται οὐδέ τι δύνασθαι οὔτ' ἐνεργεῖν οὔτε πράττειν. αὕτη γὰρ φύσις νεκρῶν ζώντων δὲ ἡ ἐναντία.