De Laudibus Constantini

Eusebius

Eusebius, De Laudibus Constantini, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

Φἐρε δὴ μετὰ ταῦτα καὶ δι’ ἣν αἰτίαν ὀργάνῳ σώματι χρησάμενος εἰς ἀνθρώπων διατριβὰς παρῄει ὁ ἀσώματος τοῦ θεοῦ λόγος εμεν. καὶ πῶς ἂν ἄλλως θεία καὶ ἀναφὴς ἄυλός τε καὶ ἀόρατος οὑσία τοῖς ἐν γενέσει τὸν θεὸν καὶ ἐπὶ γῆς κάτω ζητοῦσιν, ἄλλως τε οὐ δυναμένοις ἢ μὴ βουλομένοις τὸν τῶν ἀπάντων γενεσιουργόν τε καὶ ποιητὴν ἐποπτεύειν, ἢ δέ ἀνθρωπείου σχήματός τε καὶ εἴδους ἑαυτὴν ἔφηνεν;

ὅθεν δἰ ὀργάνου θνητοῦ, καταλλήλου βοηθήματος, τοῖς θνητοῖς εἰς ὁμιλίαν κατῄει, ὅτι δὴ τοῦτ' αὐτοῖς φίλον ἠν· τὰ ὅμοια γοῦν, φασί, τοῖς όμοίοις φίλα. τοῖς δῆτα χαίρουσι τῇ τῶν ὁρωμένων αἰσθήσει, ἐν ἀγάλμασί τε καὶ ξοάνων ἀψύχων γλυφαῖς θεοὺς ἀναζητοῦσιν, ἐν ὕλῃ τε καὶ σώμασιν τὸ θεῖον εἶναι φανταζομένοις, θνητούς τε ἄνδρας τὴν φύσιν θεοὺς ἀναγορεύουσιν, καὶ ταύτῃ πη ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος ἐδείκνυ.

διὸ δὴ νεὼν πανάγιον αὐτὸς αὐτῷ σωματικὸν ὄργανον κατεσκευάσατο, λογικῆς δυνάμεως αἰσθητικὸν οἰκητήριον, ἄγαλμα σεμνὸν καὶ πανίερον, ξοάνου παντὸς ἀψύχου προτιμότερον. τὸ μὲν γὰρ ἐξ ὕλης ἀψύχου δείκηλον,

[*](18–24 vgl. Euseb. Theoph. Syr. III, 39 (Lee Transl. Engl. S. 175 –24 —244, 11 fast = Euseb. Theoph. Syr. III, 39 (Lee Transl Engl S. 180,19).)[*](1 οὖν N, ἂν H Ι 3 πλανώμενον N, πλαττόμενον H Ι 4 ἀτιθάσσων N Ι S N, τοῖς H Ι nach πάντων ähr 8 Buchst, ausradiert H Ι 18 καὶ πῶς H δ’ N Ι 20 τε H, που (aber ως über der Zeile) auf Ras. N Ι 21 ἤ N, ἥ 11 Ι 27 φύσιν + am Rande H, mortal in their nature Syr., < N Ι ἀν ταύτη πη H, vgl. 244, 4, ἀναγορεύουσι (ουσι auf Ras.) κατὰ τὰ auf Ras.) (τ u. das letzte a auf Ras.) N Ι 29 αὐτῶ H, ἑαυτῶ Eusebius I.)
v.1.p.242.

χερσὶ βαναύσων ἀνδρῶν ἐν εἰκόνι χαλκοῦ καὶ σιδήρου χρυσοῦ τε καὶ ἐλέφαντος λίθων τε καὶ ξύλων ἐν ὕλῃ τετεχνασμένον, προσφυὲς ἂν εἴη δαιμόνων οἰκητήριον· τὸ δ' ἔνθεον ἄγαλμα σοφίας ἐνθέου δυνάμει πεποικιλμένον ζωῆς μετεῖχεν καὶ νοερᾶς οὐσίας, ἄγαλμα πάσης ἀρετῆς ἔμπλεων, ἄγαλμα Μου λόγου οἰκητήριον νεώς τε ἅηιος θεοῦ.

οὑ δὴ ὁ ἔνοικος λόγος θνητοῖς μὲν διὰ τοῦ συγγενοῦς συνῆν τε καὶ ἐγνωρίζετο, οὐ μὴν ὑπέπιπτε ταῖς όμοιοπαθείαις, οὐδ’ ἀνθρώπου ψυχῆς τρόπον τῷ σώματι κατεδεσμεῖτο, οὐδέ γε χείρων αὐτὸς αὐτοῦ γενόμενος τῆς οἰκείας θεότητος μετεβάλλετο. ὡς γὰρ οὐδ' ἡλίου φωτὸς πάθοιεν ἄν τι ἀκτῖνες, τὰ πάντα πληροῦσαι καὶ μάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, ταύτῃ πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ λόγου δύναμις οὔτ’ ἂν πάθοι τι τὴν οὐσίαν ἂν βλαβείη οὐδ' ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως επαφωμενη.

οὕτω δῆτα ὁ κοινὸς ἀπάντων σωτὴρ εὐεργετικὸν ἑαυτὸν τοῖς πᾶσι καὶ σωτήριον παρέσχε δι' ὀργάνου οὗ προβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν δεικνύμενος. Ὀρφέα μὲν δὴ μῦθος Ἑλληνικὸς παντοῖα γένη θηρίων θέλγειν τῇ ᾠδῇ ἐξημεροῦν τε τῶν ἀγρίων τοὺς θυμούς, έν ὀργάνῳ πλήκτρῳ κρουρμένων χορδῶν, παραδίδωσιν, καὶ τοῦθ’ Ἑλλήνων ᾄδεται χορῷ, καὶ πιστεύεται ἄψυχος λύρα τιθασεύειν τοὺς θῆρας καὶ δὴ καὶ τὰ δένδρα τὰς φηγοὺς μεταβάλλειν μουσικῇ εἴκοντα. τοιγαροῦν ὁ πάνσοφος καὶ παναρμόνιος τοῦ θεοῦ λόγος ψυχαῖς ἀνθρώπων πολυτρόποις κακίαις ὑποβεβλημέναις παντοίας θεραπείας προβαλλόμενος, μουσικὸν ὄργανον χερσὶ λαβών, αὐτοῦ ποίημα σοφίας, τὸν ἄνθρωπον, ᾠδὰς καὶ ἐπῳδὰς διὰ τούτου λογικοῖς ἀλλ’ οὐκ ἀλόγοις θηρσὶω ἀνεκρούετο. πάντα τρόπον ἀνήμερον Ἑλλήνων τε καὶ βαρβάρων πάθη τε ἄγρια καὶ θηριώδη ψυχῶν τοῖς τῆς ἐνθέου διδασκαλίας φαρμάκοις ἐξιώμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς τὸ θεῖον ἐν γενέσει καὶ σώμασιν ἀναζητούσαις οἷά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι θεὸν έν ἀνθρώπῳ παρίοτη.

κἄπειτα σωμάτων οὐχ ἧττον ἢ ψυχῶν έπιμελόμενος, σαρκὸς μὲν ὀφθαλμοῖς . . ὁρᾶν θαύματά τινα

[*](15 εὐεργ. — 17 δεικνύμενος vgl. Euseb. Dem. Ev. IV, 13, 3 u. 4 = p. 168 d. — 31 — 244, 3 vgl. Euseb. Dem. Ev. IV, 13, 5–10, = p. 169 a)[*](3 εἴη N, εἰ ἐν H Ι 5 ἄγαλμα < Wil. Ι 9 αὑτοῦ H, ἑαυτοῦ N Ι H | μετεβάλετο N Ι 10 ἄν + Hkl Ι 12 τι + Wil. Ι 16 προυβέβλητο N, Dem. Ev. Ι ἀνθρωπίνου Dem. Ev., human Syr., ἀνθρώπου HSS Ι 20 τοῦτ' H Ι 21 τιθασεύειν HSS Ι za δένδρα < (Hkl) nach Syr. Ι 26 ἐπωδὰ H Ι ἀλλ’ οὐκ ἀλόγοις H, Syr., N Ι 32 ἐπιμελόμενος, ό aus ω, H Ι ὀφθαλμοῖς < H, ὀφθαλμοῖς ἦν am Rande N, to mens bodily eyes Syr., + z.B. παρεῖχεν Hkl, vgl. 246, 21.)
v.1.p.243.

παράδοξα καὶ θεϊκὰς τερατείας τε καὶ δυνάμεις, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπήχει διδασκαλίας, πάντα δ’ ἐπετέλει δι' οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς τοιαύτης θεότητος συναισθέσθαι δυναμένοις.

7 καὶ ταῦτα ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος, οἷος καὶ πρὸ τούτου παρὰ τῷ πατρὶ ἦν, οὔτι μετα- βαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθείης τῆς αὐτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθείς, οὐδ' ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, έν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος.

ἀλλὰ γὰρ καὶ έν τῷ τότε, καθ’ ὅ ἐν ἀν- θρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἠν, καὶ τῶν πάντων ἁθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ' οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρου- σίας ὁμοίως ἡμῖν ἀποκλειόμενος οὐδὲ τὰ θεῖα πρότεινε συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ παραδιδοὺς τῷ ἀνθρώπῳ τὰ δ' ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν τῆς δ' ἐκ τοῦ θνητοῦ μετουσίας μὴ ἀντ- επαρυόμενος.

οὔκουν έμολύνετο τικτομένου τοῦ σώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς τοῦ θνητοῦ πάλιν αὐτῶ̣ διαιρουμένου· ἐπεὶ μηδὲ τῆς λύρας εἰ οὕτω τύχόι κοπτομένης ἢ τῶν χορ- δῶν διασπωμένων πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου σώματος τὴν ἐν τῷ σοφῷ σοφίαν ἢ τὴν ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως.

ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει· φωτίζεσθαι μὲν γὰρ καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν, τὸ δέ γε μὴν φῶς οὐκέτι πηλοῦσθαι οὐδὲ τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας.

καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη ἀλλότρια. ὸ δέ γε σωτὴρ καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοε- ρόν, παντὸς οὗ δἂν ἐφάψηται ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ ἐν λογικῷ διάγειν φωτί· ταύτῃ τοι καὶ σώματος [*](1 τερατείας Hein., signs Syr., τεραστείας N, τεραστίας H Ι 3 μόνον Hkl, vgl. doch 90, 1 Ι 4 συναισθέσθαι H | 5 πάλιν αὐτὸς H, Dem. Ev., ∾ Ν Ι 10 ὃ H, Ev., δν Ν | 12 καὶ + vor ἐν τῷ H, Dem. Ev., < N Ι τε N, Dem. Ev., < Η | 13 τῶν + vor ἐπὶ γῆς N, < H, Dem. Ev. Ι 14 ἀποκεκλεισμένος Dem. Ev. Ι 17 παγόμενος Dem. Ev., reeeived Syr. Ι 19 διαιρουμένου Η | 24 τοι Dem. ν., τι ΗSS 29 κωλύη H Ι 33 u. 244, 1 δ’ ἄν H, Dem. Ev., ἂν N Ι 33 ἐφάψεται Η, Hkl, ἐφάψαιτο N, ἐφάψοιτο Dem. Εν.)

v.1.p.244.
οὗ δ'ὰν ἐφάψηται, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάθος ὑπεξίσταται, ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως τὰ ἐν στερήσει.

διὸ δὴ τὸν πόντα βίον ταύτῃ πη διετέλει, τότε μὲν τοῦ σωματικοῦ ἀρηγάνου τὴν πρὸς ἡμᾶς ὁμοιοπάθειαν ὑποδεικνύς, τότε δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσεσθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώμενον θεοῦ λόγον τοῖς ἔργοις αὐτοῖς ἐπιδεικνύμενος ἐν τεραστίαις πράξεσι, θαύμασί τε καὶ σημείοις καὶ παραδόξοις δυνάμεσι, ναὶ μὴν καὶ διδασκαλίαις ἐνθέοις ἄνω πρὸς τὸν ὑπερουράνιον τόπον τὰς ψυχὰς παρα- σκευάζεσθαι προαγούσαις.